1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

69

γησίαν ἐσχάτην ἐκπεπτωκότας, σοφῶς καὶ δικαίως τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν. Οὐ γὰρ ἠθέλησεν ἐξουσίᾳ μόνῃ τὴν ἐλευθερίαν ἡμῖν χαρί σασθαι, οὐδὲ ἔλεον μόνον ὁπλίσαι κατὰ τοῦ ἐξανδρα ποδίσαντος τῶν ἀνθρώπων τὴν φύσιν, ἵνα μὴ ἄδικον ἐκεῖνος προσαγορεύῃ τὸν ἔλεον, ἀλλὰ μηχανᾶται πόρον καὶ φιλανθρωπίας γέμοντα, καὶ δικαιοσύνῃ κεκοσμημένον. Αὐτὴν γὰρ ἑαυτῷ τὴν ἡτ τηθεῖσαν φύσιν ἑνώσας, εἰς τοὺς ἀγῶνας εἰσάγει, καὶ παρασκευάζει τὴν ἧτταν ἀνακαλέσαι, καὶ τὸν κακῶς πάλαι νενικηκότα καταγωνίσασθαι, καὶ τοῦ πικρῶς δουλωσαμένου καταλῦσαι τὴν τυραννίδα, καὶ τὴν προτέραν ἐλευθερίαν ἀναλαβεῖν. Τούτου χάριν ὁ ∆εσπότης Χριστὸς, τίκτεται μὲν ἐκ γυναικὸς ὁμοίως ἡμῖν, εἶχε δέ τι πλέον ὁ τόκος, τὴν παρθε νίαν. Παρθένος γὰρ ἦν ἡ κυήσασά τε καὶ ὠδίνασα τὸν ∆εσπότην Χριστόν. Χριστὸν δὲ ὅταν ἀκούσῃς, νόει τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα μονο γενῆ Υἱὸν Λόγον, ἀνθρωπείαν περικείμενον φύσιν, καὶ μὴ νομίσῃς εὐτέλειαν τοῦ Θεοῦ τὴν κηρυττο μένην οἰκονομίαν· οὐδὲν γὰρ μολύνειν δύναται τὴν ἀκήρατον φύσιν. Εἰ γὰρ τὸν ἥλιον, σῶμα ὄντα, ὁρατός 83.749 τε γάρ ἐστι, καὶ λύσιν ἐπιδέχεται, διὰ σωμάτων παριόντα νεκρῶν, καὶ ἰλύος δυσώδους, καὶ πολλῶν ἑτέρων δυσοσμίαν ἀφιέντων, οὐδὲν ἰσχύει μιᾶ ναι, πολλῷ μᾶλλον τοῦ ἡλίου τὸν Ποιητὴν, καὶ τὸν τῶν ἁπάντων ∆ημιουργὸν, τὸν ἀσώματον, τὸν ἀό ρατον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὡσαύτως ἔχοντα, οὐδὲν τῶν τοιούτων μολῦναι δύναται. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, νοήσωμεν οὑτωσί. Ἀπεριόριστον αὐτοῦ τὴν φύσιν εἶναι καὶ φαμὲν καὶ πιστεύομεν. Ἤκουσα γὰρ τοῦ λέγοντος· «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Καί· «Ὁ οὐ ρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Καί· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ ὅσα τοιαῦτα μαρτυρεῖται.» Καὶ ὁ μακάριος ∆αβὶδ ἐβόα· «Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ ὁ θεσπέσιος Παῦλος· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.» Εἰ τοίνυν ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, οὐδὲν ἔστι τῆς κτίσεως μό ριον ἐστερημένον Θεοῦ. Ἀλλ' ἐν τῇ κτίσει τὰ μὲν ἔστιν ἅγια, τὰ δὲ βέβηλα, καὶ τὰ μὲν εὐωδίας, τὰ δὲ δυσωδίας μεστά· καὶ τῶν ἀνθρώπων, οἱ μὲν εὐσεβείᾳ κοσμοῦνται, οἱ δὲ ἀνοσιουργίᾳ ἐγκαλινδοῦνται· ὁ δὲ πάντα πληρῶν, «Εὐδοκεῖ μὲν ἐν τοῖς φοβουμένοις αὐτὸν, μισεῖ δὲ πάντας τοὺς ἐργαζομένους τὴν ἀνο μίαν, καὶ ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος, καὶ οὐ παροικεῖ αὐτῷ πονηρευόμενος.» Οὐδὲν τοι γαροῦν τῷ ἀκηράτῳ λυμαίνεται. Εἰ γὰρ οἱ τὴν ἰατρι κὴν μετερχόμενοι τέχνην, οὐ μεταλαμβάνουσι τραυ μάτων τραύματα θεραπεύοντες, ἀλλ' ὑγίειαν μὲν πραγματεύονται τοῖς ἀῤῥωστοῦσι, βλάβην δὲ οὐδε μίαν ἐκεῖθεν πορίζονται, πολλῷ μᾶλλον ὁ ἀριστο τέχνης Θεὸς ἀπαθῆ τὴν φύσιν ἔχων, καὶ τροπῆς ὑπερ τέραν, καὶ ἀλλοίωσιν οὐ δεχομένην, οὐδένα παν τελῶς ἐκ τῆς ἡμετέρας ἰατρείας εἵλκυσε μολυσμόν. Θαυμάσωμεν τοίνυν αὐτὸν οὐκ ἀγγέλοις τὴν ἡμετέ ραν ἐπιτρέψαντα θεραπείαν, ἀλλ' αὐτὸν τὴν τῶν ἀνθρώπων ἀναδεξάμενον ἰατρείαν. Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθε ται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰ κείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρ χων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοση κότων. Ἀλλὰ νῦν τῆς ἀνθρωπείας φύσεως τὴν ἀλο γίαν ἀποβαλούσης, καὶ τὸ λογικὸν ἀναλαβούσης, ἡ μυστικὴ αὐτὴν ὑποδέχεται τράπεζα, τύπος ἐκείνης γινομένη τῆς φάτνης, καὶ διδάσκουσα τοὺς ἀνθρώ πους, ὡς «Ἡνίκα ὁ ἄνθρωπος ἐν τιμῇ ἦν οὐ συν ῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή τοις, καὶ ὡμοιώθη αὐτοῖς.» Φάτνη τὴν θείαν ἐκεί 83.752 νην καὶ πνευματικὴν