70
εἶδον πέρας". "ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται". ὅταν οὖν συντελέσῃ, βλέπει πέρας τινὸς προκοπῆς· εἶτα ἀρχόμενος ζητεῖ ἄλλο ἰδεῖν τέλος, καὶ ἐπὶ πᾶσιν ἀπαντᾷ τὸ ἐπὶ πᾶσιν τέλος. λαβέ μοι αὐτὸ καὶ ἐπὶ κατασκευῆς πόλεως· ὁ βουλόμενος φιλοτίμως πολυτελῆ κατασκευάσαι πόλιν καί-τί πλέον εἰπεῖν ἔχω; -βασιλικήν, ἀπάρχεται τῆς οἰκοδομίας. ἄρχεται λατομεῖν λίθους. συντελεῖ πολλάκις τὴν λατόμησιν. ὅταν ἐκείνους εὐτρεπίσῃ τοὺς ὧν χρῄζει καὶ ὅσων χρῄζει, λοιπὸν ἄρχεται ζητεῖν τόπον, ὅπου ἐγείρῃ τὴν πόλιν. γίνεται "ὁ θεὸς πάντα ἐν πᾶσιν", οὐκ ἐν ἑκάστῳ πάντα, ἀλλ' "ἐν πᾶσιν". ἐν ᾧ μὲν οἰκτίρμων, ὅταν τις τοιοῦτος σπεύδῃ εἶναι, ἐν ᾧ δὲ ἀγαθὸς κριτής, ἐν ἄλλῳ δίκαιος, ἐν ἄλλῳ χαριστικός, ἐν ἄλλῳ ὡς διδάσκαλος ἐν μαθητῇ. καὶ ἐν πᾶσιν μὲν πάντα γίνεται τοῖς πλησιάσασιν αὐτοῦ, οὐκ ἐν ἑκάστῳ δὲ πάντα, ἀλλὰ ἢ ἓν ἢ δύο ἢ τρία χαρίσματα. καὶ ἵνα φανερὸν αὐτὸ ποιήσωμεν ἐπὶ τῶν χαρισμάτων, λαβὲ τοῦ πνεύματος· ὁ μὲν ἔχει λόγον σοφίας, ἄλλος λόγον γνώσεως, ἕτερος χάρισμα ἰαμάτων. ὅταν δέ τις τέλειος γένηται οὐκέτι "ἀρραβῶνα πνεύματος" ἔχων, ἀλλ' αὐτὸ τὸ πνεῦμα, ἐν ἑκάστῳ πάντα γίνεται. τέλειος ἔφορος γίνομαι καὶ ἐπίσκοπος τοῦ ναοῦ τοῦ θεοῦ οὐκ ἔχων ἄλλο πρὸ ὀφθαλμῶν τι ἢ αὐτὸ τοῦτο τὸν θεοῦ ναὸν ὁρῶν. 5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου. διὰ τοῦτο "μίαν ᾐτησάμην καὶ ταύτην ἐκζητήσω, ὅτι ἐν ἡμέρᾳ κακῶν μου ἔκρυψέν με ἐν σκηνῇ". ἐλέγετο δὲ ἡ προκοπή. πολλῶν ἐπικειμένων κακῶν καὶ βλάψαι με βουλομένων ἔκρυψέν με. λέγεται δέ ποτε καὶ τὸ σῶμα σκηνή· "βρίθει" γὰρ "τὸ 103 γεῶδες σκῆνος νοῦν πολυφρόντιδα", καί· "οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν". πολλάκις μὲν ἐν τῇ σκηνῇ ἡμᾶς ὄντας ἔτι περικειμένους τὸ σῶμα κρύπτει ὥστε μὴ βλάπτεσθαι ὑπ' αὐτοῦ ὅταν, ὡς εἶπον ἔνπροσθεν, "τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι" περιφέρῃ τις καὶ ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ. 5 ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. τὸ γὰρ ἀπόκρυφον τῆς σκηνῆς αὐτοῦ οὔκ ἐστιν βλαπτικόν, ἀλλὰ σκεπαστήριον. τὸ δὲ πρόχειρον τῆς σκηνῆς τῆς ἤδη Εἰρημένης βλάπτει μᾶλλον. οὕτω εἰμὶ σῶμα περικείμενος ὡς οὐκ ὢν ἐν σώματι, καταπινομένου τοῦ θνητοῦ "ὑπὸ τῆς ζωῆς". τὸ καταπίνεσθαι καὶ καταπίνειν ἐν τῇ γραφῇ νίκην σημαίνει· "ἐν ᾧ ἀνέστησαν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς", ἀντὶ τοῦ "ἐνίκησαν ἡμᾶς". καί· "κατεπόθη Ἰσραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον". "πάντες", φησίν, "οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν". κατα̣πίνει δὲ ὁ ἐσθίων. ἐν τῇ σκηνῇ "ἐν ἀποκρύφῳ" οὖν "τῆς σκηνῆς αὐτοῦ ἔκρυψέν με". δύναται καὶ ὁ ἐν σώματι γενόμενος ἐὰν τὸ αἴτιον καὶ τὸ μυστήριον, δι' ὃ γέγονεν ἐν αὐτῷ, νοήσῃ, ἐν τῷ ἀποκρύφῳ αὐτῆς κατακεκρύφθαι· εὐθέως γὰρ γνοὺς τὸ μυστήριον καὶ τὸ αἴτιον κακώσει ἑαυτὸν καὶ οὐ καταπίνεται. δυνατὸν δὲ καὶ περὶ τοῦ σωτῆρος ἢ πρὸς τὸν σωτῆρα εἰρῆσθαι τοῦτο. εἰ περὶ αὐτοῦ ὅτι· "ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἔκρυψέν με"· ἔσχεν σκηνήν, ἐνηνθρώπησεν. ἔχει τι μυστήριον ἀποκεκρυμμένον ἡ κάθοδος τοῦ σωτῆρος. ὁ δυνάμενος οὖν μετὰ τὸ ἐσκηνωκέναι ἐν αὐτῷ τὸν γενόμενον σάρκα λόγον εἰπεῖν· "ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας", ἐσκεπάσθη "ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ". σκέπη αὐτοῦ γέγονεν τὸ νοῆσαι τὸ μυστήριον τῆς ἐπιδημίας τοῦ σωτῆρος. Ἰουδαῖοι γοῦν οὐκ ἐνόησαν καὶ ὅσοι τοιοῦτοι, καὶ οὐκ ἐσκεπάσθησαν "ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ". δυνατὸν δὲ καὶ οὕτως κατὰ τὴν προτέραν ἀπόδοσιν τὸ ἀπόκρυφον τῆς σκηνῆς τὸ τέλος εἶναι· τούτου γὰρ ἕνεκα προκόπτουσιν, εἰ καὶ λανθάνει τοὺς προκόπτοντας· εἰ μὴ γάρ τις ἐπ' αὐτὸ φθάσῃ, ἰδεῖν αὐτὸ οὐ δύναται ὥς ἐστιν, ὀψόμενος τότε τὸν θεὸν "καθώς ἐστιν", ὅταν εἰς αὐτὸ τὸ πέρας ἔλθῃ τῆς μακαριότητος. ἐπερ · ἐθεασάμεθα ἤδη; -οὐ μὴν γιγνώσκομεν. "ἐκ μέρους γιγνώσκομεν". ἐπερ · τὸ γένος τῶν ἀνθρώπων ἐστὶν τὸ ταῦτα λέγον; οὐχ ὁ κυριακὸς