70
ἀλλοτρίαν ἀπερχόμεθα γῆν, καθάπερ ἐκεῖνος ὁ καταφαγὼν τὰ ὑπάρχοντα τὰ πατρῷα, καὶ ἀπελθὼν εἰς ἀλλοτρίαν γῆν, ὁ καταναλώσας πᾶσαν τὴν πατρικὴν οὐσίαν, καὶ ἐν λιμῷ ζῶν. Ἔχομεν οὖν πατρικὴν οὐσίαν καὶ ἡμεῖς. Ποίαν δὴ ταύτην; Ἀπήλλαξεν ἡμᾶς τῶν ἁμαρτημάτων, ἐχαρίσατο ἡμῖν δύναμιν, ἰσχὺν πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, ἐχαρίσατο ἡμῖν προθυμίαν, ὑπομονὴν, ἐν τῷ βαπτίσματι ἐχαρίσατο ἡμῖν Πνεῦμα ἅγιον· ἂν ταῦτα καταναλώσωμεν, ἐν λιμῷ λοιπὸν ἐσόμεθα. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἕως μὲν ἂν πυρετοῖς ἐνοχλῶνται καὶ χυμῶν κακίᾳ, οὐδὲ διαναστῆναι, οὐδὲ ἐργάσασθαι, οὐδὲ πρᾶξαί τι δύνανται· ἂν δέ τις αὐτοὺς ἀπαλλάξῃ καὶ εἰς ὑγείαν ἀγάγῃ, εἶτα μὴ ἐργάζωνται, παρὰ τὴν οἰκείαν αὐτῶν τοῦτο γίνεται ῥᾳθυμίαν· οὕτω δὴ καὶ ἐφ' ἡμῶν. Ἐπέκειτο ἡμῖν νόσος χαλεπὴ καὶ πυρετὸς σφοδρός· καὶ 62.269 ἐκείμεθα οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ τῆς κακίας αὐτῆς, καθάπερ ἐν κοπρίᾳ, τῇ πονηρίᾳ ἐῤῥιμμένοι, ἡλκωμένοι, δυσωδίας ἀνάπλεῳ, αὐχμῶντες, κατατρυχόμενοι, εἴδωλα μᾶλλον ὄντες, ἢ ἄνθρωποι. Περιειστήκεσαν ἡμᾶς δαίμονες πονηροὶ, ὁ ἄρχων τοῦ κόσμου τούτου γελῶν, ἐπεμβαίνων. Ἦλθεν ὁ τοῦ Θεοῦ Μονογενὴς, ἀφῆκε τὰς ἀκτῖνας τῆς παρουσίας αὐτοῦ, καὶ τὸν ζόφον εὐθέως ἀπήλασεν· ἦλθε πρὸς ἡμᾶς ὁ βασιλεὺς ὁ ὢν ἐν τῷ θρόνῳ πατρικῷ, τὸν θρόνον ἀφεὶς τὸν πατρικὸν (ὅταν δὲ, ἀφεὶς, εἴπω, μὴ πάλιν μετάστασιν νομίσῃς· τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν αὐτὸς πληροῖ· ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦτό φημι)· ἦλθε πρὸς ἐχθρὸν τὸν μισοῦντα αὐτὸν, τὸν ἀποστρεφόμενον, τὸν οὐδὲ ἰδεῖν αὐτὸν ἀνεχόμενον, τὸν καθ' ἑκάστην αὐτὸν βλασφημοῦντα τὴν ἡμέραν. Εἶδεν ἐν κοπρίᾳ κείμενον, σκώληξιν ἡλκωμένον, πυρετοῖς, λιμῷ κατεχόμενον, πᾶν εἶδος ἔχοντα νόσου. Καὶ γὰρ καὶ πυρετὸς ἠνώχλει, τοῦτο γὰρ ἐπιθυμία πονηρὰ, καὶ φλεγμοναὶ ἐπέκειντο, τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ βουλιμία τις ἡ λεγομένη κατεῖχε, τοῦτο γὰρ ἡ πλεονεξία, καὶ σηπεδόνες πάντοθεν, τοῦτο γὰρ ἡ πορνεία, καὶ πήρωσις ὀφθαλμῶν, τοῦτο γὰρ εἰδωλολατρεία, καὶ κώφωσις καὶ παραπληξία, τοῦτο γὰρ τὸ προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι, καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία· ἀηδές τι, καὶ νόσος χαλεπωτάτη. Εἶδε χεῖρον πάλιν τῶν μαινομένων φθεγγομένους ἡμᾶς, καὶ τὸ ξύλον θεὸν καλοῦντας, καὶ τὸν λίθον ὁμοίως· εἶδεν ἐν τοσαύτῃ κακίᾳ, καὶ οὐκ ἐβδελύξατο, οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεστράφη, οὐκ ἐμίσησε· ∆εσπότης γὰρ ἦν, καὶ τὸ ἴδιον πλάσμα οὐκ ἂν ἐμίσησεν. Ἀλλὰ τί ποιεῖ; Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται· τὴν γὰρ ἀρετὴν αὐτὸς πρῶτος μετῆλθε, καὶ οὕτως ἡμῖν ἔδωκε. Καὶ πρῶτον καθάπερ ἀντίδοτόν τι φάρμακον ἔδωκε τὸ λουτρὸν, καὶ οὕτω πᾶσαν ἠμέσαμεν κακίαν, καὶ πάντα ἐφυγαδεύθη ἀθρόον, καὶ ἡ φλεγμονὴ ἐπαύσατο, καὶ ὁ πυρετὸς ἐσβέσθη, καὶ αἱ σηπεδόνες ἐκαύθησαν. Πάντα γὰρ καὶ τὰ ἀπὸ πλεονεξίας, καὶ τὰ ἀπὸ θυμοῦ, καὶ τὰ ἄλλα κακὰ ἐκενώθη διὰ τοῦ πνεύματος· ἀνεῴχθησαν 62.270 οἱ ὀφθαλμοὶ, ἀνεῴγη τὰ ὦτα, ἐλάλησεν εὔφημον φωνὴν ἡ γλῶσσα, ἔλαβεν ἰσχὺν ἡ ψυχὴ, ἔλαβε κάλλος καὶ ἄνθος τὸ σῶμα τοιοῦτον, οἷον εἰκὸς Υἱὸν Θεοῦ τεχθέντα κάλλος ἔχειν ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος, οἵαν εἰκὸς δόξαν ἔχειν υἱὸν ἄρτι τεχθέντα βασιλεῖ, καὶ ἐν ἁλουργίδι τρεφόμενον. Οἴμοι, πόσην εὐγένειαν ἡμῖν ἐχαρίσατο! ἡμεῖς δὲ περὶ τὸν οὕτως ἡμᾶς φιλήσαντα ἀχάριστοι μένομεν. Ἐτέχθημεν, ἐτράφημεν, εὐεργετήθημεν· τί πάλιν φεύγομεν τὸν εὐεργέτην; Ὁ τοίνυν ταῦτα πάντα ποιήσας, καὶ ἰσχὺν δίδωσιν· οὐ γὰρ ἐνῆν κατεχομένους τῷ νοσήματι ἐνεγκεῖν, εἰ μὴ αὐτὸς ἡμῖν ἔδωκε τὴν ἰσχύν. Ἔδωκε τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἠθετήσαμεν τὴν δωρεάν· ἔδωκεν ἡμῖν πλοῦτον, ἐσκορπίσαμεν αὐτὸν, κατεφάγομεν ἅπαντα· ἔδωκεν ἡμῖν ἰσχὺν, ἀνηλώσαμεν αὐτήν· ἔδωκεν ἡμῖν χάρισμα, ἐσβέσαμεν αὐτό. Πῶς; Ἀνηλώσαμεν εἰς οὐδὲν δέον, ἐχρησάμεθα ἐν οὐδενὶ χρησίμῳ. Ταῦτα ἡμᾶς ἀπώλεσε, καὶ