70
τροφὴν ὑπεδέξατο. Ἐπειδὴ δὲ εἰς ἑαυτὴν ἐπανῆλθεν ἡ φύσις, καὶ τὴν εἰ κόνα τὴν θείαν περικεῖσθαι σαφῶς ἐπέγνω, τηνι καῦτα λοιπὸν ἐπὶ τὴν λογικὴν μετέβη τράπεζαν ἡ τροφή. Ἐδέξατο δὲ καὶ περιτομὴν, καὶ θυσίας προσ ενήνοχε· καὶ γὰρ ἄνθρωπος ἦν· ἔδει δὲ τῇ φυλακῇ τοῦ νόμου, τὴν νίκην ἀποδοῦναι τὴν φύσιν. Φεύ γει δὲ καὶ ἀνθρωπίνως εἰς Αἴγυπτον, πανταχοῦ παρὼν ὡς Θεὸς, καὶ τοῖς πᾶσι παριστάμενος, ὥς φησιν ἡ θεία Γραφή. Ἀφικνεῖται δὲ καὶ πρὸς Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἁμαρτίας οὐ δεξάμενος ῥύπον, ἀνέχεται τοῦ βαπτίσματος, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην. Καὶ κηρύττεται ἄνωθεν ὑπὸ τοῦ Πατρὸς, καὶ ὑπὸ τοῦ Πνεύματος δείκνυται. Ὁ μὲν γὰρ Πατὴρ ἄνωθεν ἐβόα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τὸ δὲ πανάγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς φαινόμενον, εἷλκε πρὸς ἑαυτὸν τὴν φωνὴν, καὶ τοὺς παρόντας ἐδίδασκε τίς ὁ παρὰ τοῦ Πατρὸς τὴν μαρτυρίαν δεξάμενος. Ἐντεῦθεν πρὸς τοὺς ἀγῶνας λοιπὸν κατὰ τοῦ τυράννου χωρεῖ· καὶ γίνεται στάδιον μὲν τῶν ἀγώνων ἡ ἔρημος, θεαταὶ δὲ τῶν ἀγγέλων οἱ δῆμοι, ἀντίπαλος δὲ, ὁ τῆς ἀληθείας ἀντίπαλος· ὃς πρῶτον μὲν τῆς φωνῆς ἀκούσας, καὶ τῶν προφητικῶν ἀναμνησθεὶς προῤῥή σεων, ἐδεδίει τὴν πάλην· καὶ φέρειν μὲν αὐτοῦ τὴν τῆς ἀρετῆς οὐκ ἴσχυεν ἀστραπὴν, ἀλλὰ καταπαλαίειν ἠπείγετο, ἐδεδοίκει δὲ τὸν ἀγῶνα τῆς φωνῆς με μνημένος. Ἀλλ' ὁ τῆς ἡμετέρας φύσεως καὶ δημιουρ γὸς, καὶ πρόμαχος, καὶ στεφανίτης, καὶ ἀγωνοθέτης, οὐ δεδίττεται τὸν ἀνταγωνιστὴν, οὐδὲ ἀποσοβεῖ τὸν θῆρα, ἀλλὰ παραθαῤῥύνει καὶ προτρέπει πρὸς πάλην, ἵνα τὴν προτέραν νίκην ἀφέληται· καὶ πα ραχωρεῖ πεινᾶσαι τῷ σώματι, τεσσαράκοντα ἡμερῶν νηστεύσαντι μῆκος. Καὶ οὐκ ἐᾷ τῶν ἤδη νενηστευκό των ὑπερβῆναι τὸ μέτρον, ἵνα πιστευθῇ τὸ ἀνθρώ πινον. Εἶδεν ὁ δυσμενὴς τὴν πεῖναν, καὶ τὴν νίκην ἤλπισε, καὶ τὴν πάλην ἐθάῤῥησε, καὶ τὸν Ἀδὰμ ἐκεῖνον βλέπειν ἐνόμιζε, τὸ τῆς πείνης θεασάμενος πάθος. Ἀλλὰ προσελήλυθε μὲν ὡς τῷ Ἀδὰμ, εὗρε δὲ τὸν τοῦ Ἀδὰμ Ποιητὴν τὴν τοῦ Ἀδὰμ περικείμενον φύσιν, καί φησι πρὸς αὐτόν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Καὶ παρ άγει μὲν εἰς μέσον τὴν οὐρανόθεν ἐναχθεῖσαν φωνὴν βεβαιωθῆναι, ἐμπεδωθῆναι δὲ ταύτην αἰτεῖ τῇ τῶν ἄρτων θαυματουργίᾳ. Ἐντεῦθεν ἔστι καταμαθεῖν ἀκριβῶς, ὡς παρ' ἡμῶν αὐτῶν ὁ πολέμιος λαμβάνει τοῦ πλάνου τὰς ἀφορμάς. Πείνην γὰρ θεασάμε νος, ἐκ ταύτης ἀκροβολίζεται· ἀλλ' ὁ Σωτὴρ ὁ ἡμέτε ρος, καὶ πεινῶντος τοῦ σώματος, καὶ δεομένου τρο φῆς, θαυματουργεῖν οὐκ ἀνέχεται. Γραφικῷ δὲ λόγῳ κατατοξεύει τὸν τύραννον, καί φησι· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκ πορευομένῳ διὰ στόματος Θεοῦ.» Ἀνθρωπίνως δὲ 83.753 τὴν ἀπόκρισιν ἐποιήσατο, καὶ τὴν θεότητα τέως ἀπο κρύπτων, καὶ τοῖς ἀνθρώποις τῷ ὁμοίῳ τὴν νί κην πραγματευόμενος. Οὐ γὰρ μόνος, φησὶν, ἄρτος συνεργός ἐστι τῆς τῶν ἀνθρώπων ζωῆς, ἀλλὰ καὶ πᾶς λόγος ὑπὸ Θεοῦ προσφερόμενος, ἀπόχρη ζωὴν τοῖς πεινῶσιν ἀνθρώποις πορίσαι. Πιστεύομεν ὡς καὶ ἄρτου δίχα διαβιῶναι τῶν ἀνθρώπων τὴν φύσιν δυνα τὸν βουλομένου Θεοῦ. Οὕτω διαλύσας τοῦ ἀντι πάλου τὰ μηχανήματα, καὶ τὴν δευτέραν αὐτοῦ καὶ τὴν τρίτην προσβολὴν ἀνόνητον δείξας, καὶ ὡς ἄνθρωπος τὰς ἀποδείξεις ποιησάμενος, ἵνα τὴν ἀπο λωλυῖαν τοῖς ἀνθρώποις ἀνακτήσηται νίκην, τρέπε ται μὲν τὸν ἀλιτήριον, καὶ τὸν κοινὸν τῶν ἀνθρώπων ἀλάστορα παύει τῆς τυραννίδος, ὑπὸ δὲ τῶν τὴν νί κην θεασαμένων ἀγγέλων ἀνακηρύττεται. «Προσ ελθόντες γὰρ, φησὶν, οἱ ἄγγελοι διηκόνουν αὐτῷ.» Ἐκεῖθεν μυρία ὅσα θαυματουργήσας. Καὶ οἶνον μὲν ἐξ ὕδατος κλημάτων δίχα καὶ γῆς δημιουργήσας, ἐκ πέντε δὲ ἄρτων πολλὰς χιλιάδας κορέσας, καὶ λόγῳ χωλοὺς μὲν ἀρτίποδας ἀποφήνας, λεπρῶν δὲ τὴν λέ πραν ἀποξέσας, καὶ χεῖρας ἀργὰς γοργοὺς ἐργασάμε νος, καὶ ὀφθαλμοῖς τὸ βλέπειν ἀφῃρημένοις ὑγειᾶ τὴν αἴσθησιν