1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

71

ἄνθρωπος ταῦτα λέγει, ἀλλὰ τὸ τῶν δικαίων γένος, τὸ τῶν ἁγίων ἄθροισμα· οὐδὲ γὰρ ὁ υἱὸς τοῦ θεοῦ ἐστιν κατὰ τὸν ἄνθρωπον λέγων· "κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι"; πολλάκις εἶπον, ὅτι τὰ λεγόμενα περὶ τῶν δικαίων ἀνδρῶν καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ κοινὰ λέγεται· κοινὰ δὲ οὐ κατὰ τὴν ἰσότητα · ἀσυνκρίτως γὰρ ὑπέρκειται καὶ ἐν τούτοις πάντας. κοινὰ λέγω αὐτὰ κατὰ τὴν μετουσίαν, ὡς 104 κοινὴν λέγω τὴν ἰατρικὴν καὶ τοῦ τελειωθέντος καὶ ἀνενλιπῶς αὐτὴν ἔχοντος καὶ τῶν ἔτι προκοπτόντων. οὐ κατὰ ποσὸν λέγω κοινήν, ἀλλὰ κατὰ ποιόν. ὁ πορνεύων οὐ κρύπτεται, ἀλλ' ἔξω γίνεται τῆς σκηνῆς· οὐκ ἀπέχεται γὰρ "τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες κατὰ τῆς ψυχῆς στρατεύονται". ὁ δὲ προφανῶς πάντα κατὰ σάρκα ζῶν, ἀκολασταίνων, τρυφῶν, καὶ ὅλως τὰ ἡδέα προκρίνων τῶν ἐπιπόνων, κἂν ἀνάρεστα ὦσιν, ἐκεῖνος προφανῆν ἔχει τὴν σκηνὴν ἑαυτοῦ, προφανὲς ἔχει τὸ σῶμα, δῆλός ἐστιν ὅτι σῶμα περίκειται· ὁ γὰρ λέγων· "ὑμεῖς δὲ οὐκ ἐςτὲ ἐν σαρκί", διδάσκει ἔξω εἶναι τῶν παθημάτων τῆς σαρκός. ὁ δὲ ἔξω ὢν τῶν παθημάτων τῆς σαρκὸς ἐν τῇ σκηνῇ κρύπτεται. κατὰ ἄλλον λόγον τὸ τῆς σκηνῆς ἀπόκρυφον τὸ μὴ πᾶσιν γνώριμον. 5 ἐν πέτρᾳ ὕψωσάς με. οὐ μέγα ἐστὶν τὸ ἐν αἰσθητῇ πέτρᾳ ὑψωθῆναι ὥστε καὶ χαριστηρίους ἀναπέμψαι αἴνους. πάντα τὰ ὑπὸ θεοῦ γινόμενα, ἐφ' οἷς εὐχαριστεῖν προσήκει, ἃ ὑμνεῖν δεῖ, οὐ πρόχειρά εἰσιν, οὐ δυνάμενα παντὶ ὑπάρξαι. πέτρα οὖν ἐστιν ὁ ἀρραγὴς τοῦ θεοῦ λόγος αὐτὸς οὗ ὁ περικύκλῳ γινόμενος οὐ βάλλεται. εἴρηται γοῦν καὶ ἐν ἄλλοις· "κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ" ἢ "οἱ κραταιοὶ αὐτῶν". καὶ ἄρχοντες γοῦν ἔξω τῆς πέτρας ὄντες δοκοῦσιν ἰσχύειν καὶ κρατεῖν τῶν ἀβεβαίων. ὅταν δὲ ἐγγὺς τῇ πέτρᾳ γένωνται, εὐθέως ἡττῶνται. εἶπον δὲ καὶ χθές, ὅτι ἡ κατάποσις τὴν νίκην σημαίνει· "ἐν τῷ ἐπαναστῆναι ἐφ' ἡμᾶς ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς", καί· "τοὺς καταπίνοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι". ὁ ἡττώμενος οὖν καταπίνεται, ὁ περιγινόμενος καταπίνει. ἔχεις γοῦν αἴνιγμά τι ἐν τῇ ἐξόδῳ γεγενημένον, Ἀαρὼν ῥίψας τὴν ῥάβδον αὐτοῦ κατ' ὑφήγησιν θεοῦ· καὶ γέγονεν δράκων. ἔριψαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν· καὶ ἐγένοντο ἐκεῖναι ὄφεις· "καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους"· τὸ γὰρ σκῆπτρον τῆς ἀληθείας, ὃ ὁ θεραπευτὴς τοῦ θεοῦ κατέχει, ῥιφὲν καὶ προταθὲν καταπίνει τὰς σοφιστείας τῶν Αἰγυπτίων, ὡς ἧτταν αὐτοὺς ὁμολογῆσαι λέγοντας· "δάκτυλος θεοῦ ἐποί ησεν τοῦτο". ὥσπερ οὖν ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν, τουτέστιν ἐνίκησεν, καὶ ἔκρυψεν αὐτὰς καὶ τὸ μηδὲν αὐτὰς ἀπέδειξεν, οὕτω τῆς πέτρας, ἐν ᾗ ὁ εὐχόμενος εὐχαριστεῖ, οἱ συνεγγίσαντες κραταιοὶ τῶν ἐναντίων κατεπόθησαν ἐγγὺς τῆς πέτρας γενόμενοι ἢ οἱ κριταὶ αὐτῶν. οἱ πρεσβεύοντες τὰ τῶν ἑτεροδόξων τοὺς αἱρεθικοὺς λόγους δοκοῦντες ἰσχυροὺς κατασκευάζειν καὶ κραταιούς, ὅταν πλησιάσῃ αὐτοῖς ἡ πέτρα, ἡ ἀλήθεια, καταπίνονται καὶ τὸ μηδὲν ἀποδείκνυνται. καί· "μὴ εἴποιεν· κατεπίομεν αὐτόν", μὴ αὐχήσαιεν ὡς περιγενάμενοι καὶ νικήσαντές με. "ἐν πέτρᾳ ὕψωσάς με". ὁ ἑστηκότας τοὺς πόδας ἔχων ἐν ταύτῃ τῇ πέτρᾳ χαριστηρίους ἀναπέμπει αἴνους· "ἔβαλεν εἰς τὸ στόμα μου ᾆσμα 105 καινόν". ὅταν στῶσιν οἱ πόδες ἐπὶ τὴν πέτραν καὶ κατευθυνθῶσιν τὰ διαβήματα τοῦ οὕτω βοηθουμένου, τότε ἐρεῖ· "ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν", ἐπινίκιον. ἐν τῇ πέτρᾳ οὖν ὁ ὑψούμενος ἐπινικίους πέμπει αἴνους ἠσφαλισμένας ἔχων ἑαυτοῦ τὰς διαβατικὰς ὁρμάς. 6 καὶ νῦν ἰδοὺ ὕψωσεν κεφαλήν μου ἐπ' ἐκθρούς μου. ὁ λέγων "καὶ νῦν" δείκνυσιν ὅτι πολλάκις ὑψώθη ἡ κεφαλὴ αὐτοῦ ἐπ' ἐκθρούς. κεφαλὴν δὲ λέγει τὸν νοῦν, ὡς πολλάκις ἀποδέδεικται. πε ρὶ αὐτοῦ γοῦν καὶ ἐν ἐκκλησιαστῇ λέγεται· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". διορατικὸν νοῦν ἔχει ὁ σοφός. "καὶ νῦν" οὖν "ὕψωσεν τὴν κεφαλήν μου". καὶ ἀεὶ παλαίων καὶ περιγινόμενος τῶν ἐχθρῶν-διάφοροι δέ