71
κακοῖς εἶ, μάχης καὶ πολέμου καὶ ταραχῆς ἐκτὸς ἕστηκας, καὶ τούτῳ σε τιμωρεῖται τῷ τρόπῳ». 37,19a διὰ τί; δίδαξόν με, φησίν, τί ἐροῦμεν αὐτῷ, 19b καὶ παυσόμεθα πολλὰ λέγοντες. τουτέστιν· «διὰ τί ταῦτα γέγονεν; μὴ δυνάμεθα αὐτὸν ἐρωτῆσαι; οὐδὲν λέγω», φησίν, «ἂν ταῦτα μόνον δυνηθῶμεν μαθεῖν.» 37,20a μὴ βίβλος, φησίν, ἢ γραμματεύς μοι παρέστηκεν, 20b ἵνα ἄνθρωπον ἑστὼς κατασιωπήσω; «μὴ γὰρ ἀπὸ βιβλίου», φησίν, «ταῦτα λέγομεν πρὸς αὐτόν; μὴ γὰρ ἄνθρωπός ἐστιν; οὐχ ὁρᾷς ἀντὶ γραμμάτων τὴν δημιουργίαν πᾶσαν πανταχοῦ βοῶσαν;» 181 «κατασιωπήσω», φησίν, «ἄνθρωπον; ἀλλ' ἀντιφθέγγεται ἡ κτίσις πανταχοῦ γῆς οὔσης καὶ φαινομένης. φέρω γράμματα κατηγορίας, ἀλλ' αὐτὸς φέρει τὴν οἰκουμένην ἅπασαν, ὥστε οὐκ ἦν», φησίν, «ἀπὸ ῥημάτων διαλεχθῆναι πρὸς τὸν θεὸν οὐδ' ἀντιφθέγξασθαι ταῦτα πάντα.» οὕτω λοιπὸν ὁ θεὸς ὅρα πῶς εὐκαίρως ἐπεισῆλθεν προοδοποιήσαντος τοῦ δούλου καὶ περὶ τῆς σοφίας αὐτοῦ διαλεχθέντος καὶ καταστείλαντος· 38,1 μετὰ δὲ τὸ παύσασθαι, φησίν, ˉ̓Ελιοῦν τῆς διαλέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους. ἐμοὶ δοκεῖ νέφος ἐπιστῆσαι τῷ δικαίῳ τότε ἐκείνῳ ὥστε αὐτοῦ διαναστῆσαι τὴν διάνοιαν καὶ πεῖσαι, ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ καθάπερ ἐπὶ τοῦ ἱλαστηρίου τοῦ ἐπὶ τῆς κιβωτοῦ. ἐπειδὴ γὰρ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ οἱονεὶ τὸν θρόνον αὐτὸν ἤγαγε πλησίον αὐτοῦ. τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωμεν, ὅτι ἄνωθεν ἡ φωνή. ἀκούωμεν δὴ μετὰ ἀκριβείας, ἐπειδὴ ὁ κοινὸς τῶν ὅλων δεσπότης φθέγγεται. ἴδωμεν, πῶς αὐτὸν παρακαλεῖ. ἆρα μετὰ τοσαύτης σφοδρότητος, μεθ' ὅσης ἄνθρωποι; οὐδαμῶς. ἐκείνων, ἀγαπητέ, τῶν προτέρων, ὧν ὠδίναμεν λύσιν εὑρεῖν, τῶν φορτικῶς λεγομένων παρὰ τοῦ Ἰὼβ νῦν εὑρίσκομεν σαφεστάτην τὴν λύσιν. ἴδωμεν, τί ἐγκαλεῖ αὐτῷ· 38,2a τίς οὗτος ὁ κρύπτων με, φησίν, βουλήν, 2b συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; 182 ὅρα, τί ποιεῖ. ἐμοὶ δοκεῖ ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι. ἐπειδὴ γὰρ πολλὰ ἦν, ἃ κατὰ τὴν διάνοιαν ἔσχεν ὁ Ἰὼβ καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν καὶ δείκνυσιν, ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ πάντα οἶδε σαφῶς, ὥστε ἀπὸ ἐκείνων προτέρων ἄρχεται τῶν μᾶλλον ἀσυγγνώστων. εἰ γάρ, ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα. διὰ τοῦτο πρότερον αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον. τίς οὗτος; φησίν. ὁμοῦ ἐκ προοιμίων δείκνυσι τὸ μέσον τοῦ θεοῦ καὶ αὐτοῦ ὅσον ἐστίν· «τίς ὁ κρύπτειν με ἐπιχειρῶν, εἰπέ μοι, τὸν τὰ ἀπόρρητα μετὰ ἀκριβείας εἰδότα; μὴ γάρ, ἐπειδὴ οὐκ εἶπες αὐτά, οὐχὶ ῥήματά ἐστιν; ἐτέχθη καὶ γέγονε λόγος, εἰ καὶ κρύπτεις.» ὁρᾷς, πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς; 38,3a ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, 3b ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων ὥστε προσέχειν τοῖς λεγομένοις καὶ κατὰ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον. μάλιστα δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ καὶ οὐκ ἦν τοῦ τὰ τοσαῦτα μετὰ σοφίας καὶ συνέσεως ἐργαζομένου ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ἁπλῶς καὶ ὡς ἔτυχε πάσχοντα κακῶς. 38,4a ποῦ ἦσθα, ὅτε ἐθεμελίωσα τὴν γῆν; 4b ἀπάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν, 38,5a τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας 5b ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς. 38,6a ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; 6b τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; 183 «τί λέγεις;» φησίν. «γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα 183 διὰ σέ, σὲ δὲ παρόψομαι, δι' ὃν ἐκείνην ἐποίησα;» διὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευήν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δείκνυσιν, ὅτι «εἰ ὁ κόσμος», φησίν, «τοσαύτης ἀπολαύει προνοίας διὰ σέ, πολλῷ μᾶλλον σύ.» ποῦ ἦς, φησίν, ὅτε ἐθεμελίωσα τὴν γῆν; πρὸς τοὺς βουλομένους αὐτὸν ἀπαιτεῖν εὐθύνας καὶ λόγους τῶν γινομένων καὶ οὐ στοχαζομένους αὐτοῦ τῆς