1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

71

ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τὴν εἰκόνα αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ. καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ τοῦ καθημένου τοῦ ἵπ που τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν. οἶμαι τοῦτον τὸν ἅγιον ἄγγελον περὶ οὗ νῦν ὁ λόγος στρατοκήρυκά τινα ὑπάρχειν τῆς θείας παρατάξεως. καὶ πᾶσιν ἐγκελεύεσθαι τοῖς ἐν οὐρανῷ ἁγίοις ἀγγέλοις, οὓς τροπικῶς ὄρνεα καλεῖ διὰ τὸ μετέωρον αὐτῶν καὶ ἀεροπόρον, μετασχεῖν τοῦ κατὰ τῶν ἐχθρῶν φόνου· οὐχ ὅτι ἀνίκανος ἦν καὶ εἷς ἄγγελος πᾶσαν τῶν πολεμίων ἀνελεῖν τὴν παράταξιν, τοῦτο γὰρ ἔδειξε σαφῶς ὁ ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων πατάξας ἕκατον ὀγδοηκονταπέντε χιλιάδας, ἀλλ' ἵνα πάντες μέτοχοι γένωνται τῆς κατὰ τῶν ἐχθρῶν εὐφροσύνης. οἶμαι γὰρ καὶ αὐτοὺς λέγειν σὺν τῷ προφήτῃ οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθροὺς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι. ἐπειδὴ δὲ τοῖς ἐν τῷ μεσουρανήματι πετομένοις ἀγγέλοις ἐνεκελεύετο, καὶ αὐτὸς ἐν τῷ μεσουρανήματι στὰς ἐκήρυττεν· ὁ γὰρ ἥλιος ἐν μέσῳ τῶν ἑπτὰ πλανητῶν κατεστήρι 212 κται, τρεῖς ἔχων ὑπὲρ αὐτὸν καὶ τρεῖς ὑπ' αὐτόν. ἢ οὖν τοῦτο, ἢ ὅτι ἐν τῷ φωτὶ οἷον ἐν πνεύματι ἐποιεῖτο τὸ κήρυγμα, καὶ τῶν μελλόντων ἔσεσθαι φόνων ἔλεγε τὴν ἀπόβασιν· φῶς γὰρ νοητὸν τὸ πνεῦμα ὡς ὁ προφήτης διδάσκει, πρὸς τὸν Θεόν· καὶ πατέρα ποιούμενος τοὺς λόγους καὶ λέγων ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστι, ἐν πνεύματι τὸν υἱόν. ἵνα φησὶ φάγητε σάρκας βασιλέων. καὶ τῶνδε καὶ τῶνδε βρῶσιν καλεῖ τὴν ἐπὶ τῷ θανάτῳ τῶν ἐχθρῶν χαρμονήν· οὕτως γὰρ καὶ ὁ Κύριος τὴν χαρὰν ὀνομάζει λέγων πρὸς τοὺς αὐτοῦ μαθητὰς καὶ ἀποστόλους· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, τὴν ἐπὶ τοῖς πιστεύειν μέλλουσιν εὐφροσύνην οὕτω καλῶν. ἐποίησαν μὲν τὸν πόλεμον μετὰ τοῦ Κυρίου καὶ τῶν θείων ἀγγέλων ὅ τε ∆ιάβολος καὶ ὁ ἀντίχριστος, τοῦτον γὰρ καλεῖ ψευδοπροφήτην τοῦ θηριώδους ∆ιαβόλου, καὶ οἱ τούτοις συστρατεύοντες βασιλεῖς· ἡττήθησαν δὲ θᾶττον ἢ λόγος. τί γάρ φασιν αἱ θεῖαι γραφαὶ περὶ αὐτῶν; ὁ μὲν Ἡσαΐας ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, τὴν αἰφνίδιον ἀναίρεσιν, λέγων· ὁ δὲ ἀπόστολος ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. τί δὲ συντομώτερον τοῦ ἐμπνεῦσαι καὶ ἐμφυσῆσαι τοὺς ἐχθρούς; καὶ ζῶντές φησιν ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρός, καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ. ὢ δικαιοσύνης ὑπερβολή. οὐ τῆς αὐτῆς ἠξίωσε κολάσεως τούς τε αἰτίους τοῦ πολέμου καὶ τοὺς συναιτίους· ἀλλ' οἱ μὲν δύο, ὁ ∆ιάβολος τουτέστι καὶ ὁ ἀντίχριστος, τῷ πυρὶ κατεδικάσθησαν, ἐν ᾧ ζῶντες διαιωνίσουσι, τοῦτο γὰρ αἰνίττεται τὸ ζῶντας αὐτοὺς ἐν τῷ πυρὶ βληθῆναι· οἱ δὲ 213 λοιποὶ ξίφει ἀνηρέθησαν. παρὰ πολὺ δὲ δήπουθέν ἐστι τὸ ξίφει δοῦναι σύντομον δίκην ἢ πυρί. ἅπαξ δὲ ἀρξάμενος εἰπεῖν περὶ τοῦ ∆ιαβόλου οἷαν δώσει δίκην, τὴν συνέχειαν ὥσπερ φυλάττων τοῦ λόγου, λέγει καὶ ἃ πέπονθεν ἐν τῇ τοῦ Κυρίου ἐνανθρωπήσει· καὶ τούτου λαβόμενος τοῦ εἱρμοῦ, πλείονα λέγει περὶ τῆς τοῦ Κυρίου ἐν σαρκὶ παρουσίας, καί φησιν· εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν ὁ ∆ιάβολος καὶ ὁ Σατανάς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον, ἵνα πάλιν πλανήσῃ τὰ ἔθνη. τοῦτο γὰρ προϊών φησιν. ἆρα μὴ τὴν χιλιονταετηρίδα τῶν ἀθέων Ἑλλήνων καὶ τὰς τῶν ψυχῶν μετενσωματώσεις καὶ τὸ λήθαιον ὕδωρ, καὶ οὐκ οἶδα οὕς τινας ὕθλους καὶ λήρους ἡμῖν ἡ ἀποκάλυψις παραδίδωσι, χίλια λέγουσα ἔτη δεθήσεσθαι τὸν ∆ιάβολον καὶ πάλιν λυθήσεσθαι καὶ πλανῆσαι τὰ ἔθνη; ἄπαγε τῶν οὕτως ὀλεθρίων δογμάτων καὶ τῇ σκαιότητι τῇ Ἑλληνικῇ πρεπόντων. τί οὖν φησιν εἴρηται τῷ προφήτῃ; ὅτι