72
εἰσιν οἱ ἐπιτιθέμενοι ἐχθροί-λέγει ἐφ' ἑκάστης νίκης· "καὶ νῦν ὕψωσεν τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου". ἀνέστησάν τινες εἰς ἀκολασίαν προτρεπόμενοι, οἷον οἱ κατὰ Σωσάννης πρεσβύτεροι, κατὰ τοῦ Ἰωσὴφ ἀδελφοὶ καὶ αὐτὴ ἡ δόξασα ὕστερον δέσποινα αὐτοῦ γεγονέναι. χαριστηρίως ἅμα λέγων δείκνυσιν ὅτι οὐχ ἱδίᾳ δυνάμει ταῦτα τὰ κατορθώματα ἔσχεν, ἀλλὰ θεοῦ βοηθοῦντος. 6 ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. ὁ ἀλαλαγμὸς νίκην αἰνίττεται· βοὴ γάρ ἐστιν ἄσημος κατὰ πεπτωκότων πολεμίων. αὐτίκα γοῦν ὅτε τὴν Ἰεριχὼ περιεκύκλωσαν καὶ ταῖς κερατίναις ἐσάλπισαν καὶ ἠλάλαξαν, ἐπὶ τῷ ἀλαλαγμῷ αὐτῶν ἔπεσαν τὰ τείχη τῆς Ἰεριχώ. Ἰεριχὼ δὲ κατὰ ἀλληγορίαν ὁ περὶ γῆν ἐστιν τόπος, ἑρμηνευομένη σελήνη ὁ περὶ γῆς τόπος οὐ κατὰ τὴν αὔξησιν, ἀλλὰ κατὰ τὴν μείωσιν, ὡς ὁ ἄφρων· "ἄφρων" γὰρ "ὡς σελήνη ἀλλοιοῦται". ὅταν οὖν κυκλώσῃ τὴν σκηνὴν ἑαυτοῦ κατὰ πάσας τὰς ἀποδόσεις- ἐλέγετο σκηνὴ ἡ προκοπή. ὁ προκόπτων καὶ κατορθῶν γνησίως τὴν προκοπὴν κύκλῳ αὐτῆς γίνεται. καὶ πάλιν τὸ σῶμα σκηνὴ ἐλέγετο. ὅταν ὁ ἔσω ἄνθρωπος συντόνως ἐπιθῆται κατὰ τοῦ σώματος, κύκλῳ αὐτοῦ γίνεται καὶ νικᾷ. ὅταν τις τὴν σκηνήν, τὸ σῶμα τοῦ Ἰησοῦ, διὰ πίστεως κυκλώσῃ, νικητὴς ἀποδείκνυται. 6 ᾄσω καὶ ψαλῶ τῷ κυρίῳ. ἐλέγετο ἡμῖν ἐν τοῖς προτέροις ψαλμοῖς, ὅτι τὸ ᾆσαι τὴν θεωρίαν σημαίνει, τὸ ἄνευ ὀργάνου ἀναπέμπειν τοὺς αἴνους καὶ τὰς ᾠδάς. ἐλέγετο τὸ ψάλλειν τὸ πρακτικῶς ἐξηχεῖν τὸ ἐπινίκιον μέλος. ἀμφότερα οὖν, φησίν, ὑπῆρκταί μοι, καὶ ψαλῶ καὶ ᾄσω. ᾄσω θεωρῶν τὴν ἀλήθειαν. ὁ περὶ τῶν δογμάτων τῆς εὐσεβείας διαλαμβάνων καὶ ἐπιστημονικὴν καὶ σοφὴν αὐτῶν ἔχων θεωρίαν, ᾄδει. ὁ δὲ καὶ τὸ σῶμα ὡς ὄργανον, καὶ κίθαραν καὶ ψαλτήριον, διαλαμβάνων καὶ κρούων αὐτοῦ πάσας τὰς ὁρμὰς καὶ τὰς αἰσθήσεις οὔσας χορδάς, ἐνμελῶς δυνάμενος ψαλμὸν προενέγκασθαι, ἐκεῖνος ψάλλει. οὗτος οὖν ὁ ἅγιος ἐπαγγέλλεται τὰ δύο ποιῆσαι, τὸ ᾆσαι καὶ τὸ ψάλαι. ὁ ὑπωπιάζων τὸ σῶμα αὐτοῦ καὶ δουλαγω106 γῶν καὶ πράττων τὰς ἠθικὰς ἀρετάς, οἷον ὁ ἐλεημοσύνην ποιῶν, ὁ πραότητα κατορθῶν, ὁ ἐν ἀνδρείᾳ προαγόμενος, οὗτος ψάλλει. ὁ δὲ θεωρῶν ἕκαστον τῆς ἀληθείας μυστήριον καὶ διεξιέναι δυνάμενος σὺν ἐπιστήμῃ πᾶν δόγμα τῆς εὐσεβείας, οὗτος ᾄδει. ἐπερ · ἐν τῷ πεντήκοντα ὥσπερ ἐξομολόγησίν τινα ἐπὶ ἁμαρτίᾳ λαμβάνομεν; -προφανῶς ἐκεῖ κεῖται· "ὅτε ἦλθεν Νάθαν" καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς τοῦ Οὐρίου. ἐξομολογήσεως ἦν ὁ καιρὸς καὶ ἐξομολογήσεως ἀναπέμπει τὸν ψαλμὸν ἐκεῖ. μετὰ τὸ βασιλεῦσαι καὶ εἰςελθεῖν πρὸς τὴν τοῦ Οὐρίου γέγονεν ὁ ψαλμὸς ἐκεῖνος. ὧδε δὲ "πρὸ τοῦ χρισθῆναι" ᾄδεται, ὥστε καὶ τῷ χρόνῳ καὶ τῇ πράξει διαφέρει οὗτος ἐκείνου. ἐπερ · πῶς οὖν ψάλλων; -ἀμετάπτωτος γάρ ἐστιν ἡ ἀρετή. οὐκ ᾖδεν καὶ ἔψαλλεν τῷ κυρίῳ ὁ Ἰούδας. οἱ παραδοθέντες "τῷ σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν", οὐκ ᾖσαν σκηνήν τινα καὶ προκοπὴν τῆς πίστεως καὶ ἀρετῆς ἐσχηκότες. ὅμως δὲ σκόπει ὅτι οἱ διάφοροι ψαλμοὶ οὐ πάντως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου λέγονται· τοῦτο γὰρ εἰρήκαμεν, ὅτι ποιοῦ εἰσιν πεποιωμένου κατὰ ἀρετὴν ἢ κακίαν. οὐ ταὐτόν ἐστιν εἰπεῖν ὅτι ὁ ἄνθρωπος ἀναμάρτητός ἐστιν καὶ εἰπεῖν ὅτι ὁ δίκαιος ἄνθρωπος ἀναμάρτητός ἐστιν. ὁ δικαιοσύνην ἔχων οὐ δύναται ὑπαχθῆναι ἁμαρτίᾳ· πῶς γάρ, εἰ ἀσυνύπαρκτά εἰσιν τὰ ἐναντία; ὁ ἔχων κακὸν οὐ δύναται ἀγαθὸν ἔχειν, εἰ μὴ πρότερον ἐκκλίνῃ ἀπὸ τοῦ κακοῦ. εἰς ποιὸν βλέπε, μὴ εἰς τόνδε ἢ τόνδε· ὅταν γὰρ λέγω, ὅτι ὁ πιστὸς πάντα δύναται, οὐ τόνδε ἢ τόνδε λέγω, ἀλλὰ πάντα τὸν ἔχοντα πίστιν. κἄν ποτε γοῦν πιστὸς ὤν τις ἔχῃ τὸ πάντα δύνασθαι καὶ κατορθοῖν, μεταπέσῃ δὲ αὐτῷ τὰ τῆς πίστεως, οὐ λέγω ὅτι ὁ πιστὸς οὐ κατορθοῖ, ἀλλὰ ὅσδε οὐ κατορθοῖ. ἐπερ · ὁ μετὰ τοῦτον ψαλμὸς οὐ χρόνῳ πρότερον; -οἱ ψαλμοὶ οὐ τοιαύτην τάξιν ἀπαιτοῦνται οἵαν ζητεῖς σύ. ὁ ψαλμὸς ἐκεῖνος ὁ ἐλέγχων τὸν Σύρον τὸν ∆ωήλ. Σαοὺλ βασιλεὺς ἦν ἀκμὴν καὶ ἰσχύων γε