1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

72

σοφίας τὸ μεγαλεῖον. «τίς παρῄνεσεν; τίς συνεβούλευσεν; τίς ἐβοήθησεν;» οὐκ εἶπεν· "ὅτε ἐποίησα", ἀλλ' ὅτε ἐθεμελίωσα. καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. τίς ἔθετο μέτρα αὐτῆς, φησίν, εἰ οἶδας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς. ἀπόρρητα μανθάνομεν μυστήρια ὄντως, καὶ τὸ πρὸς τὸν Ἰὼβ λεγόμενον οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως. τίς τέθεικεν αὐτῆς τὰ μέτρα; ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος. τοσαύτην γὰρ ἔδει γενέσθαι καὶ οὔτε ἐλάττονα οὔτε πλείονα. τὸ δὲ διὰ τί ἡμῖν μὲν οὐ δυνατὸν συνιδεῖν, τῷ δὲ πεποιηκότι μόνῳ. μετὰ γὰρ τοσαύτης ἀκριβείας αὐτὴν ἐποίησεν ὥσπερ ἂν εἴ τις σπαρτίον ἐκτείνας. καὶ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἰ τὸ τυχὸν ἀφῃρέ184 θη, ἄκαιρον εἶναι καὶ ἄχρηστον ἂν γενέσθαι. ὥσπερ γὰρ τῇ συμμετρίᾳ τῶν μελῶν τῶν ἡμετέρων εἰ προσθείη τις καὶ τὸ τυχόν, τῷ τε κάλλει λυμαίνεται τοῦ παντὸς σώματος καὶ τὴν χρείαν ἐνεπόδισεν, οὕτως ἐμοὶ δοκεῖ εἰ πλέθρου μέτρον προσθείη τις τῇ γῇ πάσῃ, τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι. οὕτω μετὰ ἀκριβείας αὐτῆς τὰ μέτρα διατετύπωται, καὶ οὐκ ἂν ἄλλως σταίη ἢ οὕτως ὥσπερ ὁ θεὸς ἐποίησεν. οὐχ ὡς τούτων γενομένων οὐδὲ ὡς τοῦ θεοῦ σπαρτίον ἐπαγαγόντος, ἀλλ' ὅτι καὶ μέτρον θεῖναι ἀδύνατον καὶ σπαρτίον ἐπενεχθῆναι, ἀλλ' ὅτι μετὰ τοσαύτης ἀκριβείας γέγονε μεθ' ὅσης ἂν εἰ ταῦτα ἐγένετο, μᾶλλον δὲ μετὰ πολλῷ πλείονος. ὅμως δὲ δείκνυσιν ἡμῖν διὰ τούτων τὴν σοφίαν, διὰ τῶν γνωρίμων ἡμῖν. ἐπὶ τίνος, φησίν, οἱ κρίκοι αὐτῆς πεπήγασιν; πρῶτον μὲν «ἐκκρεμής ἐστιν», φησίν. ποῖοι κρίκοι αὐτὴν φέρουσιν; πάλιν οὐχ ὡς τούτων ὄντων, ἀλλ' ὡς ἀσφαλῶς οὕτω βεβηκυίας αὐτῆς ὥσπερ ἂν εἰ κρίκοι ἦσαν ἄνωθεν βαστάζοντες καὶ πεπηγότες. ἐπειδὴ γὰρ ὁ κρίκος μετέωρον φέρει τὸ σῶμα, τὸ δὲ μετέωρον οὐχ ἕστηκεν, διὰ τοῦτό φησιν· πεπήγασιν. τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτι οὕτως ἕστηκεν ἑδραία ὥσπερ ἐπ' οἰκοδομῆς ἐπ' ἀσφαλοῦς βεβηκυῖα θεμελιώσεως τῇ βουλήσει τοῦ θεοῦ. ἐν τῇ γὰρ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. 38,7a ὅτε ἐγενήθησαν ἄστρα, 7b ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. ἀπὸ τούτου δῆλον, ὅτι πρῶτοι οἱ ἄγγελοι τοῦ κόσμου τούτου γεγένηνται. καὶ φωνῇ μεγάλῃ ᾔνεσαν, τουτέστιν· ὑπὸ τῆς ὄψεως αὐτῆς ἐξεπλάγησαν. 185 38,8a ἔφραξας δὲ θάλασσαν πύλαις, 8b ὅτε ἐμαιοῦτο καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο; τουτέστιν· «ὅτε ἐγένετο, σὺ αὐτὴν ἐτείχισας;» τίνος δὲ ἕνεκέν φησιν· ὅτε ἐμαιοῦτο; ἵνα δείξῃ, ὅτι κατὰ μικρὸν γέγονε καὶ οὐχ ὁμοῦ οὕτω παρήχθη. παραπέμπει δὴ πρὸς τὴν διήγησιν τὴν Μωσέως τὸν ἀκροατήν· καθάπερ μαιουμένη οὕτω πρῶτον μὲν διεχύθη, εἶτα διεπλάσθη καὶ συνήχθη. ἵνα γὰρ μὴ νομίσῃς φυσικὸν εἶναι τοῦτο τὸ κατέχεσθαι αὐτὴν ἐν τοῖς κόλποις ἐκείνοις τὸ ἐναντίον πρῶτον ἀφίησι γενέσθαι ὑπὲρ νώτων τῆς οἰκουμένης ἁπάσης διαχυθῆναι συγχωρήσας τὸ ὕδωρ. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἐποίησεν. τῇ γὰρ διακοσμήσει τῇ μετὰ ταῦτα γίνεσθαι μελλούσῃ τὴν προτέραν ἔδειξε κατάστασιν, οἷον ἐπὶ τῆς γῆς· ὅτι γὰρ ὁμιλοῦσα ὕδασιν ἔμελλεν εἶναι πηλός, ἐδήλωσεν ἡ πρώτη καταβολὴ τῶν στοιχείων. ὅτι μὴ κατεχόμενον τὸ ὕδωρ ἔμελλε πανταχοῦ διαχεῖσθαι, ἡ πανταχοῦ τῆς οἰκουμένης ἐδήλωσε θάλασσα. ὅτι καὶ πρὸ τῶν σπερμάτων δυνατὸν ἦν τῷ θεῷ πάντα ποιῆσαι, καὶ τοῦτο ἔδειξεν, ὅτε καὶ χωρὶς γάμου παρήγαγε τοὺς πρωτοπλάστους. καὶ τοῦτο δέ, ὅτι, εἰ μὴ διεκεκόσμητο τὸ πῦρ, πάντα ἂν κατέφλεξεν, ἔδειξεν, ὅτε τὸ πῦρ ἔβρεξεν. καὶ ἐπὶ τοῦ ὑετοῦ τοῦ Νῶε· ἐπειδὴ γὰρ οὐδεὶς παρῆν ἐκείνῃ τῇ διακοσμήσει, ἑτέρᾳ πάλιν ἐποίησεν. οὐχ ὅτι μητέρα εἶχεν οὐδὲ ὅτι ἀπὸ κοιλίας ἐξῆλθεν. 38,9a ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν. μηδὲ τοῦτο τῆς φύσεως εἶναι νομίσῃς τοὺς ἀτμοὺς τοὺς ἀπὸ τῶν