1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

72

ὅσον ἠνύσαμεν τῆς ἀρετῆς ἀναλογιζώμεθα, ἀλλ' ὅσον ἡμῖν λείπει. Τί γὰρ ἡμᾶς ὠφελεῖ τὸ ἀνυσθὲν, ὅταν τὸ λειπόμενον μὴ προστεθῇ; Καὶ οὐκ εἶπεν, ὅτι Οὐκ ἀναλογίζομαι, οὐδὲ μέμνημαι, ἀλλ', Ἐκλανθανόμενος, ἡμᾶς προσεκτικωτέρους ποιῶν. Οὕτω γὰρ σφοδροὶ γινόμεθα, ὅταν πᾶσαν προθυμίαν εἰς τὸ λεῖπον ἀναλάβωμεν, ὅταν ἐκεῖνα λήθῃ παραδῶμεν. Ἐπεκτεινόμενοι, φησὶ, πρὶν ἢ παραγενέσθαι, λαβεῖν σπουδάζομεν. Ὁ γὰρ ἐπεκτεινόμενος οὗτός ἐστιν, ὁ τοὺς πόδας καίτοι τρέχοντας τῷ λοιπῷ σώματι προλαβεῖν σπουδάζων, ἐπεκτείνων ἑαυτὸν εἰς τὸ ἔμπροσθεν, καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον τι ἐργάσηται. Τοῦτο δὲ ἀπὸ πολλῆς προθυμίας γίνεται, ἀπὸ πολλῆς θερμότητος. Οὕτω δεῖ τρέχειν τὸν τρέχοντα, μετὰ τοσαύτης σπουδῆς, μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα. Ὅσον δὲ τοῦ οὕτω τρέχοντος καὶ τοῦ ὑπτίου κειμένου τὸ μέσον, τοσοῦτον τοῦ Παύλου καὶ ἡμῶν. Καθ' ἡμέραν ἀπέθνησκεν ἐκεῖνος, καθ' ἡμέραν εὐδοκίμει· οὐκ ἦν καιρὸς, οὐκ ἦν χρόνος, ἐν ᾧ οὐκ ηὔξετο αὐτῷ ὁ δρόμος· οὐ λαβεῖν ἠθέλησεν, ἀλλ' ἁρπάσαι τὸ βραβεῖον· οὕτω γὰρ ἔστι λαβεῖν. Ἄνω ὁ τὸ βραβεῖον διδοὺς ἕστηκεν, ἄνω κεῖται τὸ βραβεῖον. βʹ. Ὅρα πόσον τὸ διάστημα τοῦτο διαδραμεῖν, ὅρα πόσον τὸ ὕψος· ἐκεῖ δεῖ πετασθῆναι τοῖς τοῦ πνεύματος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν. Μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι· ἔξεστι γάρ· Ἡμῶν γὰρ τὸ πολίτευμα, φησὶν, ἐν οὐρανῷ· ἐκεῖ τὸ βραβεῖόν ἐστιν. Ὁρᾷς τοὺς τρέχοντας πῶς νόμῳ ζῶσι; πῶς οὐδὲν τῶν ἐκλυόντων τὴν ἰσχὺν προσίενται; πῶς ἀγωνίζονται καθ' ἑκάστην ἡμέραν ἐν παλαίστρᾳ ὑπὸ παιδοτρίβῃ καὶ νόμῳ; Μίμησαι τούτους καὶ σὺ, μᾶλλον δὲ καὶ πλείονα ἐπίδειξαι προθυμίαν· οὐ γὰρ ἴσον τὸ βραβεῖον· πολλοὶ οἱ κωλύοντες· νόμῳ ζῆθι· πολλά ἐστι τὰ ἐκλύοντα τὴν ἰσχύν· εὐσκελῆ ποίησον αὐτὴν τῷ ποδί· ἔνεστι γάρ· οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως. Κούφην αὐτὴν ἐργασώ 62.272 μεθα, ἵνα μὴ τῇ ταχύτητι τῶν ποδῶν τὸ λοιπὸν ἄχθος ἐμποδίζῃ· δίδαξον εἶναι τοὺς πόδας ἀσφαλεῖς· πολλοὶ γὰρ οἱ ὄλισθοι· κἂν καταπέσῃς, πολλὰ ἀπώλεσας. Πλὴν κἂν καταπέσῃς, διανάστηθι· ἔνι καὶ οὕτω νικῆσαι. Μηδέποτε τοῖς ὀλισθηροῖς ἐπιχείρει πράγμασι, καὶ οὐ καταπεσῇ· ἐπὶ τὰ βεβηκότα τρέχε· ἄνω τὴν κεφαλὴν, ἄνω τὸ ὄμμα. Τοῦτο καὶ τοῖς τρέχουσιν οἱ παιδοτρίβαι παρακελεύονται· οὕτω διαβαστάζεται ἰσχύς. Ἂν δὲ κάτω νεύσῃς, κατέπεσες, ἐξελύθης. Ἄνω βλέπε, ὅπου τὸ βραβεῖόν ἐστιν· αὐτὴ τοῦ βραβείου ἡ ὄψις μείζονα ποιεῖ τὴν προαίρεσιν· οὐκ ἀφίησιν αἰσθέσθαι τῶν πόνων ἡ τῆς θλίψεως ἐλπὶς, τὸ μῆκος μικρὸν ποιεῖ φαίνεσθαι. Τί ἐστι τὸ βραβεῖον; Οὐ κλάδος φοίνικος, ἀλλὰ τί; Βασιλεία οὐρανῶν, ἀνάπαυσις αἰώνιος, δόξα μετὰ Χριστοῦ, κληρονομία, ἀδελφότης, μυρία ἀγαθὰ, ἃ οὐκ ἔνι εἰπεῖν. Οὐκ ἔνι ἐκείνου τοῦ βραβείου τὸ κάλλος διηγήσασθαι· ὁ κρατῶν αὐτὸ οἶδε μόνος, καὶ ὁ μέλλων αὐτὸ λαμβάνειν. Οὐκ ἔστι χρυσοῦν, οὐκ ἔστι διάλιθον· πολλῷ τούτων τιμιώτερον. Ὁ χρυσὸς βόρβορος πρὸς ἐκεῖνο τὸ βραβεῖόν ἐστι· λίθοι τίμιοι πλίνθος πρὸς τὸ κάλλος ἐκείνου τοῦ βραβείου. Ἂν ἐκεῖνο ἔχων ἀπέλθῃς εἰς τὸν οὐρανὸν, μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖ βαδίζειν δυνήσῃ, καὶ ἄγγελοί σε αἰδεσθήσονται τοῦτο φέροντα τὸ βραβεῖον· πᾶσι μετὰ παῤῥησίας προσελεύσῃ πολλῆς. Ἐν Χριστῷ Ἰησοῦ. Ὅρα τὸν εὐγνώμονα. Ἐν Χριστῷ Ἰησοῦ τοῦτο ποιῶ, φησίν. Οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτον διελθεῖν διάστημα· πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συμμαχίας. Κάτω μέν σε ἀγωνίζεσθαι ἐβουλήθη, ἄνω δὲ στεφανοῖ· οὐχ ὡς ἐνταῦθα, ἔνθα ὁ ἀγὼν, ἐκεῖ καὶ ὁ στέφανος, ἀλλ' ἐν τῷ λαμπρῷ χωρίῳ ὁ στέφανος οὗτος. Οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα τιμωμένους καὶ τῶν ἀθλητῶν καὶ ἡνιόχων, οὐ στεφανοῦσιν ἐν τῷ σταδίῳ κάτω, ἀλλ' ἄνω καλέσας ὁ βασιλεὺς ἐκεῖ στεφανοῖ; Οὕτω καὶ