1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

72

κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπι κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Εἰπὼν δὲ, ὑπὲρ ἡμῶν, ἔδειξεν, ὡς ἀνεύθυνος ὢν καὶ πάσης ἁμαρ τίας ἐλεύθερος, τὸ ἡμέτερον ἀπέδωκε χρέος, καὶ μυρίοις ἡμᾶς ὀφλήμασιν ὑποκειμένους, καὶ τούτου χάριν δου λεύειν ἠναγκασμένους, ἐλευθερίας ἠξίωσεν ἡμᾶς, καὶ πριάμενος, καὶ τιμὴν τὸ οἰκεῖον αἷμα καταβαλών. ∆ιὸ 83.757 καὶ ἑτέρωθι ὁ αὐτὸς ἀνὴρ βοᾷ λέγων· «Τιμῆς ἠγοράσθημεν.» Καὶ πάλιν· «Ἀπόλλυ ται, φησὶν, ὁ ἀσθενὴς ἀδελφὸς ἐν τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανε.» Τούτου χάριν καὶ τὸν διὰ σταυροῦ κατεδέξατο θάνατον· ἐπειδὴ κατάρατον ἦν κατὰ τὸν νόμον τούτου τοῦ θανάτου τὸ εἶδος· κατάρατος δὲ ἦν καὶ ἡ φύσις, ὡς παραβεβηκυῖα τὸν νόμον· «Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμ μένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Τούτου χάριν τὴν κοινὴν ἀναδέχεται κατάραν, καὶ λύει ταύτην τῇ ἀδίκῳ σφαγῇ. Μὴ ὑποκείμενος γὰρ τῇ κατάρᾳ (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος), τὸν τῶν ἁμαρτωλῶν ὑπέμεινε θάνατον, καὶ δικάζεται τῷ ἀλάστορι τῷ κοινῷ τῆς φύσεως δυσμενεῖ, πρόμα χος ὁμοῦ καὶ συνήγορος τῆς ἡμετέρας φύσεως γεγο νὼς, καί φησιν εἰκότως πρὸς τὸν πικρὸν ἡμῶν τύ ραννον· Ἑάλως, παμπόνηρε, καὶ τοῖς σαυτοῦ δικτύοις τεθήρασαι, καὶ ἡ ῥομφαία σου εἰσελήλυθεν εἰς καρ δίαν σου, καὶ τὰ τόξα σου συνετρίβη· ὤρυξας βόθρον, καὶ ἐνέπεσας εἰς αὐτόν· τὰ ὑπὸ σοῦ ἁπλωθέντα θήρατρα τὰς σὰς ἐπέδησε χεῖρας. Εἰπὲ γὰρ, τί δήποτέ μου τὸ σῶμα τῷ σταυρῷ προσήλωσας, καὶ τῷ θανά τῳ παρέπεμψας; Ποῖον εἶδος ἁμαρτίας ἐν ἐμοὶ θεασάμενος; Ποίαν τοῦ νόμου θεωρήσας παράβασιν; Ἐρεύνησον νῦν γοῦν ἀκριβέστερον ἐν τῷ ξύλῳ γυμνὸν τοῦτο θεώμενος. Βλέπε καὶ γλῶτταν κηλῖδος ἀπηλλαγμένην· καὶ ἀκοὴν βλάβης ἁπάσης ἐλευθέραν, καὶ ὀφθαλμοὺς λύμην οὐδεμίαν ἔξωθεν δεξαμένους· καὶ χεῖρας ἀδικίας μὲν πόῤῥω γεγενημένας, δικαιο σύνῃ δὲ πάσῃ κεκοσμημένας· καὶ πόδας, οὐκ ἐπὶ πο νηρίᾳ, προφητικῶς εἰπεῖν, δραμόντας, ἀλλὰ τὸν τῆς ἀρετῆς δίαυλον ἐξανύσαντας. Ἐρεύνησον ἅπαντα λίαν ἀκριβῶς τὰ τοῦ σώματος μόρια· ἐρεύνησον τῆς ψυ χῆς τὰ κινήματα· ἐὰν μικρὸν γοῦν εὑρεθῇ πλημμέλημα, καλῶς κατέχεις καὶ μάλα δικαίως· ἐπιτίμιον γὰρ τῶν ἡμαρτηκότων ὁ θάνατος· εἰ δὲ μη δὲν εὑρίσκεις, ὧν ὁ θεῖος ἀπαγορεύει νόμος, πάντα δὲ μᾶλλον, ὅσα ἐκεῖνος διαγορεύει, οὐκ ἐῶ σε κατέχειν ὃ μὴ θέμις κατέχειν. Μᾶλλον δὲ καὶ τοῖς ἄλλοις ἀνοίγω τοῦ θανάτου τὸ δεσμωτήριον, σὲ δὲ καθείρξω μόνον, ὡς τὸν ὅρον παραβεβηκότα τὸν θεῖον. Ὁ γὰρ θεῖος ὅρος τοὺς ἡμαρτηκότας τῷ θανάτῳ παρ έπεμψε, σὺ δὲ καὶ τὸν ἁμαρτίας ἀμύητον παρέδωκας τοῖς τοῦ θανάτου δεσμοῖς· καὶ γέγονέ σοι ἡ ἀπληστία ἀπηνείας ἐσχάτης αἰτία· καὶ ἕνα λαβὼν ἀδίκως, πάν των ἐγυμνώθης τῶν ὑπηκόων δικαίως· καὶ φαγὼν τροφὴν οὐκ ἐδώδιμον, πᾶσαν ἐμέσεις τὴν ἤδη κατα ποθεῖσαν· καὶ διδάξεις ἅπαντας τοῖς προσοῦσιν ἀρ κεῖσθαι, καὶ τῶν μὴ προσηκόντων ἀπέχεσθαι. Ἀνα μνήσθητι τίνος ἕνεκεν ὁ γενεάρχης Ἀδὰμ παρεδόθη θανάτῳ. Πάντων ἐκεῖνος τῶν τοῦ παραδείσου φυτῶν 83.760 τὴν ἐξουσίαν λαβὼν, οὐκ ἠρκέσθη τοῖς δοθεῖσιν, οὐ δὲ ἀπέχρησεν αὐτῷ ἡ ἀφθονίας ἁπάντων ἀπό λαυσις· ἀλλὰ κατετόλμησε τοῦ τῆς γνώσεως φυτοῦ, οὗ τὴν μετάληψιν ὁ Ποιητὴς ἀπηγορεύκει. Καὶ ἀπληστίαν νοσήσας, καὶ τοῦ μὴ προσήκοντος ἐπιθυμήσας, παν τὸς ἀπεστερήθη τοῦ παραδείσου. Τούτοις σε τοῖς ἐπι τιμίοις ὑποβαλῶ. Ἄδικον γὰρ, τὸν μὲν ἐξαπατηθέντα τοιαύτην ὑπομεῖναι ζημίαν, τὸν δὲ ἐξαπατήσαντα μὴ τοιαύτην ὑποστῆναι τιμωρίαν. Ἐπειδὴ τοίνυν καὶ σὺ, τὴν κατὰ τῶν ἡμαρτηκότων ἐξουσίαν λαβὼν, ἥψω σώματος ἁμαρτίαν οὐδεμίαν ἐργασαμένου, ἔκ βηθι τῆς ἐξουσίας, ἔκστηθι τῆς τυραννίδος. Πάντας ἐλευθερώσω τοῦ θανάτου· οὐχ ἁπλῶς ἐλέῳ χρώμε νος, ἀλλ' ἐλέῳ δικαίῳ, οὐδὲ τῇ τῆς δεσποτείας ἐξουσίᾳ, ἀλλ' ἐξουσίᾳ δικαίᾳ. Ἀποδέδωκα γὰρ ὑπὲρ τοῦ