1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

73

πάνυ, ὡς τὸν ∆αυὶδ διαβληθέντα φυγεῖν. μετὰ πολὺ δὲ γέγονεν τὰ πρὸς τὴν τοῦ Οὐρίου καὶ μετὰ πολὺ γέγονεν τὸ βασιλεῦσαι αὐτὸν πάντων μετὰ τὴν τελευταίαν χρῖσιν-αὕτη δὲ ἡ τρίτη ἦν-. μετὰ πολὺ δὲ γέγονεν τὰ κατὰ τὴν τοῦ Οὐρίου. οὔπω δὲ ἐβασιλεύκει ὅτε διέβαλεν αὐτὸν ὁ ∆ωὴλ ὡς λαβόντα ἄρτους καὶ τὴν ῥομφαίαν τοῦ Γολιάς. οὐχ οὕτως οὖν κατὰ τὴν τάξιν τῶν χρόνων ζητεῖται ἡ τάξις τῶν ψαλμῶν, ἀλλὰ κατὰ τὰ κατορθώματα, ἀλλὰ κατὰ τὰ πράγματα. ὁ πεντήκοντα ἀριθμὸς ἔχει τι ἐξαίρετον· καὶ διὰ τὰς ἀρετὰς αὐτοῦ αὐτῷ ἐπετέθη ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως. θεώρει γοῦν· κατὰ τὸν πεντήκοντα ἀριθμὸν ἡ μετάνοια ἐπιτελεῖται. αὐτίκα γοῦν ὁ σωτὴρ γονγυζόντων τῶν Φαρισαίων περὶ τῆς γυναικὸς τῆς καθαρισθείσης ὑπ' αὐτοῦ καὶ ἐλθούσης πλῦναι τοὺς πόδας αὐτοῦ τοῖς ἰδίοις δάκρυσιν καὶ ταῖς ἰδίαις τριξὶν ἐκμάξαι, προτείνει· "δύο χρεοφειλέται ἦσαν δανειστῇ ἑνί· ὁ εἷς ὤφειλεν δηνάρια πεντήκοντα, ὁ ἕτερος πεντακόσια". καὶ θεώρει ὅτι ἀμφοτέρων τῶν μετανοούντων τὸν ἀριθμὸν ἐν πέντε διέταξεν· συγγένειαν γὰρ ἔχει πρὸς τὸν πεντήκοντα ὁ πεντακόσια· δεκαπλασιασθεὶς γὰρ ὁ πεντήκοντα γίνεται πεντακόσια. 107 κατά τι οὖν τοιοῦτο μυστήριον τὸ περὶ τοῦ ἀριθμοῦ καὶ ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως ἐν τούτῳ τέτακται· ἐλέου γὰρ δηλωτικός ἐστιν ὁ ἀριθμός. ἀμέλει γοῦν καὶ πεντηκοστὴν εἰσπράττονται οἱ νικήσαντες πόλεμον. καὶ ὑπὲρ τῶν μὴ πολεμησάντων, ἀλλὰ φυλαξάντων τὰ σκεύη οἱ πολεμήσαντες καὶ περιγενάμενοι πεντηκοστὴν τιθέασιν. καὶ ὁ ἱερεὺς ἀρχόμενος τοῦ ἱερατεύειν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν ἕως πεντήκοντα ἐτῶν μένει. μετὰ τὰ πεντήκοντα ἔτη οὐκέτι λειτουργεῖ, ἀλλὰ φυλάττει τὴν σκηνήν. δείκνυσιν δὲ ὁ λόγος ὅτι δεῖ πρῶτον κατορθῶσαι καὶ πάντα ἱερατικῶς ἐκτελέσαι καὶ ἱερέα τέλειον γενέσθαι ὥστε φθάσαι εἰς τὸν πεντήκοντα ἀριθμὸν καὶ τότε φυλάττειν τὰ ἐν τῇ σκηνῇ. διδάσκει δὲ ὁ λόγος ὅτι ἐν ταῖς προκοπαῖς ἔργων καὶ αὐξήσεως χρεία, ὅταν δὲ τελειωθῇ τις, φυλάττειν ὀφείλει ἃ κατώρθωσεν. ὥσπερ ὁ ὑγίειαν ἀναλαμβάνων ἐν τῷ ὑγιάζεσθαί ἐστιν, ἐν τῷ προςάγεσθαι αὐτῷ τὰ βοηθήματά ἐστιν. ὅταν δὲ τὴν ὑγί ειαν ἑκτικῶς ἀπολάβῃ καὶ σκηνὴν βεβαίαν, λοιπὸν προσάγει ἑαυτῷ φυλακτικὰ τῆς ὑγείας, οὐ τὰ ἀναλαμβάνειν ποιοῦντα τὴν ὑγίειαν, ἀλλὰ φυλακτικά. διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ τέθεικεν "ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν". ἐργάζεσθαι δέ, ἵνα καρποφορήσῃ, ἵνα καρποὺς τελείους ἀγάγῃ, φυλάττειν δὲ λοιπὸν τὰ φυτὰ τὰ καρποφορήσαντα. ὥσπερ τὸ ἐργάζεσθαι καὶ φυλάττειν τὰ δύο δηλοῖ-ἐργάζεσθαι δὲ τὸ ἐνεργεῖν τὰ τῆς ἀρετῆς, τὰ τῆς γνώσεως τῆς ἀληθείας, φυλάττειν δὲ τετελειωμένα-, οὕτω καὶ ὁ ἱερεὺς ὅσον ἀπολείπεται τοῦ πεντήκοντα ἀριθμοῦ, ἐν τῷ ἱερατεύειν ἐστίν. ὅταν δὲ πληρώσῃ τοῦτον καὶ ἀποδειχθῇ τέλειος, τὸ τηνικάδε φυλάττει λοιπὸν τὰ ἐν τῇ σκηνῇ. οὐκέτι αὐτὸς ἐργάζεται, ἀλλὰ ἄλλων ἐργαζομένων αὐτὸς τὰς ἀπαρχὰς δέχεται, τὰς δεκάτας λαμβάνει. ἐστὶν δὲ ὁ ἀριθμὸς οὗτος δευτέρου τετραγώνου ἀριθμοῦ ἀρχή. τετράγωνός ἐστιν ὁ ἰσάκις μετρούμενος, δὶς δύο, τρὶς τρεῖς. οὗτος οὖν ἑπτάι ἑπτά ἐστιν· καὶ λοιπὸν ἡ προσθήκη τῆς μονάδος ἀρχὴν ἄλλου καταβάλλεται ἑβδομηντάι ἑπτά. διὰ τοῦτο καὶ περὶ τῆς μετανοίας ὁ σωτὴρ ὑπὸ τοῦ Πέτρου ἐρωτώμενος· "ποσάχις ἁμαρτάνει; λέγει ἕως ἑπτά"; λέγει· "οὐ λέγω σοι ἕως ἑπτὰ μόνον, ἀλλὰ καὶ ἑβδομηκοντάκις ἑπτά". τετράγωνός ἐστιν ὁ ἑπτάι ἑπτά. οὗτος δὲ πλευρὰς ἔχει ἁγίας· ἡ γὰρ ἑβδομὰς πολλάκις ἡμῖν ἀποδέδεικται ὅτι πάντοθέν ἐστιν εὐλογημένη· "εὐλόγησεν" γὰρ "ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν", καί· "οἱ ὀφθαλμοὶ κυρίου οἱ ἐπιβλέποντες πᾶσαν τὴν γῆν ἑπτά εἰσιν". οὐχ ὅτι ἑπτὰ οὕτω λέγω τρεῖς καὶ τέτταρες, ἀλλὰ πληρεστάτη ἐστὶν ἐφόρασις αὐτοῦ καὶ ἐπίβλεψις. οὕτω γοῦν καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων ἡ πεντηκοστὴ ἄγεται ἡ κατὰ τὴν παλαιὰν διαθήκην καὶ τὴν νέαν· ἔχεις γὰρ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων ὅτι· "ἐν τῷ συνπληροῦσθαι τὴν πεντηκοστὴν" ἡ δόσις τοῦ ἁγίου