1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

73

κέκληται ὁ ἄχρι τῆς συντελείας καιρός, μεθ' ὃν πάλιν δεθήσεται τὸν αἰώνιον καὶ ἀτελεύτητον δεσμόν. ἀλλὰ καὶ λυθέντος αὐτοῦ, δῆσον αὖθις, Κύριε, τὰς καθ' ἡμῶν μεθοδείας αὐτοῦ· βασιλεύεις γὰρ ἡμῶν καὶ πρέπει σοι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν #556 Λόγος ἑνδέκατοσ ἔτι τῆς αὐτῆς ἐννοίας ἔχεται ἡ ἀποκάλυψις. φησὶ γάρ· καὶ εἶδον θρόνους, καὶ ἐκάθησαν ἐπ' αὐτούς, καὶ κρῖμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ 217 προσεκύνησαν τῷ θηρίῳ οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλα βον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη ... αὕτη ἡ ἀνάστασις ἡ πρώτη. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ. ἐπὶ τούτων ὁ δεύ τερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλὰ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ Χριστοῦ, καὶ βασιλεύσουσι μετ' αὐτοῦ τὰ χίλια ἔτη. καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατα νᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς. καὶ ἐν τῷ πρὸ τούτου εἴρηται λόγῳ ὅτι τοῦ ∆ιαβόλου μνήμην ἅπαξ ποιησαμένη ἡ θεωρία, ὥσπερ εἱρμὸν ἕνα τῷ διηγήματι φυλάττουσα, οὐ μόνον ἃ πείσεται ὁ ∆ιάβολος ἐν τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος, ἀλλὰ καὶ ἃ πέπονθεν νοητῶς ἐν τῇ τοῦ Κυρίου ἐνανθρωπήσει διηγήσατο. οὗπερ εἱρμοῦ λαβομένη, πλείονα περὶ τῆς τοῦ Κυρίου ἐνσάρκου ἐπιδημίας διέξεισιν, οἷον ὑπάρχει καὶ τὸ νῦν ἡμῖν εἰς θεωρίαν προκείμενον· φησὶ γὰρ καὶ εἶδον θρόνους, καὶ ἐπ' αὐτοὺς ἐκάθησαν καὶ κρῖμα ἐδόθη αὐτοῖς. τοὺς ἁγίους ἀποστόλους θεωρεῖ κατὰ τὴν ἐπαγγελίαν τὴν πρὸς αὐτοὺς ἐπὶ δώδεκα θρόνων καθημένους καὶ κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ὅπερ εἰ καὶ ἐντελέστερον ἐν τῷ μέλλοντι αἰῶνι πληρωθήσεται, ἀλλὰ καὶ συμβέβηκε μετρίως ἐν τῷ τῆς ἐνανθρωπήσεως καιρῷ· αὐτοὶ γὰρ εἰς τὸν Κύριον πεπιστευκότες καὶ 218 μυρίων ἀγαθῶν ἐν μετουσίᾳ γενόμενοι, κατέκριναν τοὺς οὐκ ἐθελήσαντας τῇ πίστει προσδραμεῖν, οὐδὲ ἐκ τῆς τοῖς ἀποστόλοις δοθείσης χάριτος παιδαγωγηθέντας εἰς τὴν ὁμόνοιαν ἀνελθεῖν θεοσέβειαν, ἀλλὰ καὶ σταυρὸν αὐτῷ καὶ θάνατον ὑφάναντας. καὶ τὰς ψυχάς φησι τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ. ἀπὸ κοινοῦ τὸ εἶδον καθημένους ἐπὶ θρόνων καὶ κρίνοντας τοὺς λοιποὺς τῶν ἀνθρώπων. πεπελεκισμένους δέ φησι τοὺς ἀνηρημένους πελέκεσι. λέγει δὲ τροπικῶς περὶ τῶν νεκρωσάντων τὰ μέλη τὰ ἑαυτῶν διὰ τὴν εἰς Χριστὸν πίστιν, καὶ πλεῖστα δι' αὐτὴν ὑπομεινάντων. καὶ γὰρ καὶ ἀποσυναγώγους αὐτοὺς ἐποίησαν καὶ μυρίαις ἔβαλλον λοιδορίαις καὶ δι' ἁρπαγῆς ἴδια τὰ ὑπάρχοντα αὐτῶν ἐποιοῦντο, ὡς μαρτυρεῖ ὁ σοφὸς ἀπόστολος, ἐπειδὴ ὅλως εἰς Χριστὸν ἐπίστευσαν. περὶ ὧν καὶ ἔλεγεν ὁ Κύριος μακάριοί ἐστε ὅταν, ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. τοὺς δέ γε μὴ προσκυνοῦντας τὸ θηρίον μηδὲ λαβόντας αὐτοῦ τὸ χάραγμα καὶ τὴν εἰκόνα νοήσεις, ἑπόμενος τῇ συνεχείᾳ τοῦ λόγου καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακόην τῆς θείας γραφῆς, τοὺς μὴ ὁμογνωμονήσαντας τοῖς λοιποῖς τῶν Ἰουδαίων εἰς τὰς κατὰ Κυρίου ἐπιβουλάς, μήτε ἐθελήσαντας ταῖς ὑποθήκαις τοῦ θεοστυγοῦς ∆ιαβόλου πειθαρχῆσαι· τοῦτο γὰρ τὸ προσκυνῆσαι αὐτόν τε καὶ τὴν εἰκόνα αὐτοῦ. εἰκόνα γὰρ καλεῖ τὸ ἐνσεσημάνθαι τὸ αὐτοῦ θέλημα ἐν ταῖς τῶν Ἰουδαίων καρδίαις. ὅπερ καὶ χάραγμα λέγει περιλαβὸν αὐτῶν τὸ ἡγεμονικὸν καὶ πρακτικόν· τοῦ μὲν γὰρ ἡγεμονικοῦ τύπος ἡ κεφαλή, ἧς μέρος τὸ μέτωπον, ἡ χεῖρ δὲ τοῦ πρακτικοῦ. 219 καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ Χριστοῦ χίλια ἔτη. χίλια ἔτη πάλιν καλεῖ κατὰ τὰ πρόσθεν εἰρημένα τὴν τοῦ Κυρίου ἐπὶ γῆς ἀναστροφήν, δι' ἧς ἔζων τὴν νοητὴν ζωήν, καὶ συνεβασίλευον Χριστῷ, δαίμοσιν ἐπιτάσσοντες, πάθεσιν ἐπιτιμῶντες, καὶ μυρίας ἐνεργοῦντες δυνάμεις. μὴ ὅτι καὶ τὸ μόνον συνεῖναί τινα τῷ βασιλεῖ τῆς δόξης Χριστῷ συμβασιλεύειν ἐστὶ αὐτῷ. ὅθεν καὶ εἴρηται περὶ αὐτῶν τῷ προφήτῃ ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς χιονωθήσονται ἐν Σελμών. καὶ οἱ