73
γένους τὸ χρέος. Οὐκ ὀφείλων γὰρ θάνατον, θάνατον ὑπέμεινα, καὶ μὴ ὑποκείμενος θανάτῳ, ὑπεδεξάμην τὸν θάνα τον, καὶ ἀνεύθυνος ὢν, ἐνεγράφην τοῖς ὑπευθύνοις, καὶ ὀφλήματος ὑπάρχων ἐλεύθερος, μετὰ τῶν ὀφει λόντων ἐτάχθην. Ἐξέτισα τοίνυν τὸ τῆς φύσεως ὄφλημα, καὶ θάνατον ἄδικον ὑπομείνας, καταλύω τὸν δίκαιον· τοὺς ἐνδίκως κατεχομένους, ἀδίκως κατασχεθεὶς, τῆς εἱρκτῆς ἀπολύω. Βλέπε τὸ γραμ ματεῖον τῆς φύσεως ἀπηλειμμένον, ὦ πικρὲ τῆς ἁμαρτίας δήμιε. Βλέπε αὐτὸ τῷ σταυρῷ προσ ηλωμένον, καὶ τῶν γραμμάτων τῆς ἁμαρτίας ἀπ ηλλαγμένον. Βλέπε αὐτὸ πονηρίας ὑπογραφὴν οὐ δεδεγμένον. Ἀπέδοσαν τοίνυν οἱ τοῦδε τοῦ σώματος ὀφθαλμοὶ, ὑπὲρ τῶν κακῶς θεασαμένων ὀμμάτων· αἱ τοῦδε ἀκοαὶ, ὑπὲρ τῶν ἀκοῶν τὸν μολυσμὸν δεξαμέ νων· ἡ γλῶττα ὡσαύτως, ὑπὲρ τῶν γλωττῶν τῶν παρανόμως κινηθεισῶν· αἱ χεῖρες ὑπὲρ τῶν ἄδικα ἐργασαμένων χειρῶν. Καὶ τἄλλα μέρη, ὑπὲρ τῶν τιναοῦν ἁμαρτίαν διαπραξαμένων με λῶν. Τοῦ δὲ χρέους ἐκτιθέντος, προσήκει τοὺς τούτου χάριν καθειργμένους τῆς εἱρκτῆς ἀπαλλαγῆναι, καὶ τὴν προτέραν ἐλευθερίαν ἀπολαβεῖν, καὶ εἰς τὸ πατρῷον χωρίον ἐπανελθεῖν. Ταῦτα λέγων ὁ Κύριος, τό τε οἰκεῖον ἀνέστησε σῶμα, καὶ τῇ φύσει τῶν ἀνθρώπων τὰς τῆς ἀνα στάσεως ἐλπίδας κατέσπειρεν, ἐχέγγυον ἅπασι δεδωκὼς τοῦ οἰκείου σώματος τὴν ἀνάστασιν. Καὶ μή τις οἰέσθω ταῦτα ἡμᾶς μάτην ἀδολεσχεῖν· ἐκ γὰρ τῶν ἱερῶν Εὐαγγελίων, καὶ τῶν ἀποστολικῶν παιδευμά των, ταῦτα οὕτως ἔχειν ἐπαιδεύθημεν· ἠκούσαμεν γὰρ αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν.» Οὐδὲν γὰρ ἔχω, φησὶ, τῶν τῆς ἁμαρτίας γνωρισμάτων, ἐλεύ θερον ἔχω πάσης παρανομίας τὸ σῶμα· ἀλλ' ὅμως καὶ μηδὲν εὑρίσκων, ὡς μυρίοις ὀφλήμασιν ὑποκεί μενον, παραδώσει τῷ θανάτῳ· ἐγὼ δὲ ἀνέχομαι, δι καίως ἐκβάλλειν αὐτὸν τῆς τυραννίδος ἐθέλων. ∆ιὸ καὶ αὖθις ἐν ἑτέρῳ χωρίῳ φησί· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Τῆς γὰρ κρίσεως καὶ τῆς διαδι κασίας γενομένης κατακριθήσεται, καὶ ὡς ἄδικον 83.761 κατ' ἐμοῦ τὴν ψῆφον ἐξενεγκὼν, τῆς τυραννίδος ἐκ βληθήσεται. Εἶτα ἐκδιδάσκων ὡς οὐ μόνον τὸ οἰκεῖον σῶμα τῆς τοῦ θανάτου δυναστείας ἐλευθερώσει, ἀλλὰ πᾶσαν ὁμοῦ τῶν ἀνθρώπων τὴν φύσιν, εὐθὺς ἐπ ήγαγε λέγων· «Κἀγὼ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάν τας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐ γὰρ ἀνέξομαι μό νον ἀναστῆσαι ὃ ἀνέλαβον σῶμα, ἀλλὰ πᾶ σιν ἀνθρώποις πραγματεύσομαι τὴν ἀνάστασιν· τούτου γὰρ χάριν ἐλήλυθα, καὶ τὴν τοῦ δούλου μορ φὴν ἀνέλαβον. Τούτου χάριν ἐπὶ σφαγὴν ἤχθην, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐ τὸν ἄφωνος. Ταῦτα καὶ ὁ μακάριος Παῦλός φησι, Κολοσσαεῦσι γράφων, καὶ δι' αὐτῶν ἅπασιν ἀνθρώ ποις· «Καὶ ὑμᾶς γὰρ, φησὶ, νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγρα φον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρεν ἐκ μέσου, προσηλώσας αὐτὸ τῷ σταυ ρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.» Κἀντεῦθεν τοιγαροῦν ἐδιδάχθημεν ὡς ἀπ έδωκε μὲν ὑπὲρ ἡμῶν τὸ χρέος, ἐξήλειψε δὲ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ προσήλωσεν αὐτὸ τῷ σταυρῷ, καὶ ἐδειγμάτισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, τουτ έστι, τὰς ἐναντίας δυνάμεις, ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτὰς ἐν αὑτῷ. Τουτέστιν, ἀναμάρ τητον αὐταῖς τὸ οἰκεῖον ἐπιδείξας σῶμά τε καὶ ψυ χὴν, καὶ τὴν κατ' αὐτοῦ γενομένην ἄδικον αὐτῶν ψῆ φον ἐλέγξας· καὶ ταῦτα πεποιηκὼς, συνεζωοποίησε πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ μυρίας δὲ ἑτέ ρας μαρτυρίας ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, ταῦτα οὕτως ἔχειν διδασκούσας. Ἀλλ' εἰ συλλέγειν ἁπάσας ἐθελήσαιμεν, καὶ τὴν προσήκουσαν ἑκά στῃ ἑρμηνείαν ποιήσασθαι, μῆκος ἄπειρον ἐργασό μεθα. Τοῖς φιλομαθέσι τοίνυν