74
πνεύματος δέδοται, τὰ διάφορα χαρίσματα τοῦ πνεύματος ἐπιμετρήθη· ἔδει γὰρ ὑπερβεβηκέναι τὸν ἑπτὰ ἑπτὰ ἀριθμὸν καὶ ἀρχὴν λαβεῖν ἄλλου 108 τοιούτου ἀριθμοῦ καὶ οὕτω τελειωθῆναι. ὁ πεντήκοντα οὖν ἐπὶ πολλῶν παραλαμβάνεται μεγάλων. ὁ ἕβδομος μὴν πάλιν τέλειός ἐστιν. ἡ σκηνοποιία οὖν ἐν τῷ ἑβδόμῳ μηνὶ γίνεται κατ' Ἑβραίους. πάλιν ἓξ ἔτη ἐσπείρετο ἡ γῆ, τῷ δὲ ἑβδόμῳ ἔτει ἄσπορος. ἔμενεν τοῖς πτωχοῖς φυλαττόμενος ὁ ἐνιαυτὸς ἐκεῖνος. κἀκεῖ οὖν πάλιν, εἰ διὰ ἑπτὰ ἐτῶν ἄγεταί τις πανήγυρις, πάλιν ἑβδομαδικός ἐστιν ὁ ἐνιαυτὸς ἐκεῖνος. ἑπτὰ ἑπτὰ ἄγεται δὲ καὶ κατὰ τὸν λεγόμενον παρὰ Ἑβραίοις Ἰωβηλαῖον. ὁ Ἰωβηλαῖος πεντηκοστός ἐστιν ἐνιαυτός. διὰ πεντήκοντα ἐτῶν ἐπετελεῖτό τινα πανηγυρικά. πλεῖον δὲ εἶχεν οὗτος ὁ ἐνιαυτὸς τῶν ἄλλων ἐνιαυτῶν. ἐλέγομεν εἶναι καὶ ἑβδόμους ἐνιαυτοὺς καὶ ἑβδόμους μῆνας. ἐν τῷ πεντηκοστῷ ἐνιαυτῷ τῷ καλουμένῳ Ἰωβηλαίῳ καὶ χρ̣εοκοπία ἐγί νετο τῶν χρεῶν. ἐχαρίζοντο οἱ δανεισταὶ ὑπὸ τοῦ νόμου εἰς τοῦτο ἀγόμενοι, ἐχρεοκόπουν κατὰ τὴν δύναμιν, καὶ οὐδὲ τόκους εἰσεπράττετο. καὶ ἄλλο· αἱ οἰκίαι αἱ ἀποδεδομέναι καὶ οἱ ἀγροὶ λυτρωτοὶ ἐγίνοντο τῷ πεντηκοστῷ ἐνιαυτῷ. εἰ εἶχεν ὁ πωλήσας δοῦναι τὸ τίμημα, ἀπεκαθίστατο αὐτῷ ἡ κτῆσις ἑαυτοῦ ἣν εἶχεν πρότερον. ᾐνίττετο δὲ ὁ λόγος τοῦτο, ὅτι καὶ ἐάν τις τὴν πολιτείαν ἑαυτοῦ ἐκποιήσηται-πολλάκις δὲ ἡ πολιτεία οἰκία εἴρηται, ὡς τό· "ἐὰν ποιήσῃ τοὺς Ἰησοῦ λόγους ὁ ἀκούσας αὐτούς, οἰκοδομεῖ τὴν οἰκίαν ἑαυτοῦ". καὶ πάλιν· "ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας". ἄρα περὶ μόνων γυναικῶν μαιουμένων ταῦτα γέγραπται προηγουμένως· οὐκ εἶχαν γὰρ οἰκίαν καὶ πρότερον. διὰ τὸν φόβον τοῦ θεοῦ οἰκοδόμησαν οἰκίας ταύτας, τὰς πολιτείας τὰς ὀρθάς, τὰς σὺν φόβῳ θεοῦ κατορθουμένας. ἡ οἰκία ἤδη πεφανέρωται. καὶ τὸν ἀγρόν τις δὲ ἐκεῖνον, ὃν πρότερον εἶχεν καὶ ἠμέλησεν περὶ τὴν ἐπιμέλειαν αὐτοῦ, ἀναλαμβάνει ὥστε σπεῖραι πάλιν αὐτοῦ τὸ καλὸν σπέρμα, σπεῖραι εἰς δικαιοσύνην, τρυγῆσαι εἰς καρπὸν ζωῆς, γενήματα δικαιοσύνης συναγαγεῖν ἀπ' αὐτοῦ. μηδέποτε οὖν εἰς τὰς ἐπιγραφὰς τῶν ψαλμῶν σκόπει. οὗτος οὖν "πρὸ τοῦ χρισθῆναί" ἐστιν. ἐὰν ζητῇς τὴν ἐπιγραφήν, ἔδει μᾶλλον τοῦτον μὴ εἰκοστὸν ἑκτὸν εἶναι. ἔτι μὴν ὁ Ἀβεσσαλὼν ἐπέθετο τῷ πατρὶ μετὰ τὰ κατὰ τὴν τοῦ Οὐρίου· ὅσον ἧκεν εἰς τάξιν ἀριθμῶν, μετὰ τὸν πεντηκοστόν· καὶ τρίτος ἐπιγράφεται ὁ ψαλμὸς ἐκεῖνος. εἰς τὰς δυνάμεις τῶν ἀριθμῶν σκοποῦμεν καὶ οὕτω τὴν τάξιν τῶν νοημάτων ἐκλαμβάνομεν, οὐχ ἁπλῶς εἰς τοὺς ἀριθμούς. ἐρώτησέν μέ τις τὸ "πᾶσα σοφία παρὰ κυρίου", καὶ ἔλεγον ὅτι ἐὰν λέγῃ "πᾶσα σοφία", πᾶσαν τὴν κατ' εἶδος λέγει, ἐὰν δὲ λέγῃ "πᾶσα ἡ σοφία", μίαν ὅλην λέγει. ὡς καὶ ἐὰν λέγωμεν "πᾶσα ἡ πόλις", μίαν λέγομεν ὅλην, ὅταν δέ· "πᾶσα πόλις κατὰ νόμον διοικεῖται", οὐ μίαν λέγομεν, ἀλλὰ πάσας τὰς πόλεις. καὶ οἱ ἀριθμοὶ οὖν ἐν τοῖς πράγμασιν κεῖνται οὐ πρὸς ἄλλου τεθέντες ἢ ὑπὸ τοῦ θεοῦ. πάντα δὲ ἐν σοφίᾳ ποιήσας καὶ τοὺς ἀριθμοὺς ἐν σοφίᾳ ἐποίησεν. ἐπεί, εἰπέ μοι, τὸ ἐν τῷ Ἰσαίᾳ πότε δοκεῖς πληροῦσθαι; "καὶ ἔσται", λέγει, "μετὰ ἑβδομήκοντα ἔτη ἀποκαταστήσεται Τύρος εἰς τὸ ἀρχαῖον", ἀπὸ πότε τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμουμένων; οὐδὲ ὧδε, ἵνα κατὰ τὴν ἱστορίαν λαμβάνω109 μεν, ἀλλὰ ἑβδομήκοντα περιόδους τοῦ ἡλίου τῆς δικαιοσύνης ἐνιαυτοὺς ἑβδομήκοντα· περιοδεύει γὰρ ὁ ἥλιος τὰς ψυχὰς φωτίζων καὶ τὰ δόγματα τῆς ἀληθείας φανερῶν καὶ ἐκπέμπων τὰς ἀκτῖνας. ὅταν οὖν τις τελειωθῇ καὶ καταπαύσῃ τῆς προκοπῆς εἰς τὸ τέλος ἀφιγμένος, τότε συνέστη αὐτῷ τὰ ἑβδομήκοντα ἔτη. ὡς πρὸς τὸ ῥητὸν τὸ προκείμενον οὐκ οἰκεία ἡ παρέκβασις, ὡς δὲ πρὸς ἐρώτησιν ἀναγκαία. 7 εἰσάκουσον, κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα. φωνὴν ἔκραξα πρὸς σὲ αἰτούμενος, ἃ καλόν μοι ὑπαρχθῆ ναι. καὶ τὸ δὴ παράδοξον· εὐχῆς εὐχὴν ἀναπέμπει· ὁ γὰρ παρακαλῶν τινα τὴν φθάσασαν εἰσακουσθῆναι αὐτοῦ εὐχήν, εὐχὴν ἀντὶ εὐχῆς