74
μοι», φησίν, «ποῦ τὸ φῶς καὶ ποῦ τὸ σκότος ἀπέρχεται. καὶ τί λέγω τὰ στοιχεῖα; τὰ κατὰ σαυτὸν εἰπέ· πότε ἐγεννήθης;» καὶ μὴν ᾔδει, ἀλλὰ παρ' ἑτέρων μαθών. «ἀλλὰ πόσος ὁ χρόνος; τὰ κατὰ σαυτὸν οὐκ οἶδας.» 38,22a ἦλθες δέ, φησίν, ἐπὶ θησαυροὺς χιόνος, 22b θησαυροὺς δὲ χαλάζης ἑώρακας; οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ' ὅτι οὕτως ἑτοίμως ὥσπερ ἐκ θησαυρῶν ἐκβάλλων δείκνυσιν αὐτά, ὅταν βούληται. 38,23a ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν 23b καὶ εἰς ἡμέραν πολέμου καὶ μάχης; 189 ὁρᾷς, ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται καὶ οὐχ ἁπλῶς; εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὑετῶν λέγω καὶ πάχνης καὶ τὸ ἐναντίον νότου· 38,24a πόθεν δέ, φησίν, ἐκπορεύεται πάχνη 24b ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν; 38,25a τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, 25b ὁδὸν δὲ κυδοιμῶν 38,26a τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἦν ἀνήρ, 26b ἔρημον, οὗ οὐχ ὑπάρχει ἐν αὐτῇ ἄνθρωπος, 38,27a τοῦ χορτάσαι ἔρημον καὶ ἀοίκητον 27b καὶ τοῦ βλαστῆσαι ἔξοδον χλόης; ὁρᾷς, ὅτι οὐκ ἐν ἑνὶ μέρει ἰσχυρὸς ὁ θεός, ἀλλ' ἐν ἅπασιν; 38,28a τίς δέ ἐστιν ὑετοῦ πατήρ; 28b τίς δέ ἐστιν ὁ τετοκὼς συνοχὰς καὶ βώλους δρόσου; 38,29a ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; οὐχ ὅτι ἐκ γαστρὸς αὐτοῦ, μὴ γένοιτο. ἀλλὰ τί βούλεται ὁ τόκος ἐνταῦθα καὶ ἡ γαστήρ; ὥσπερ, ὅταν φησὶ περὶ τῆς θαλάσσης, ὅτι «ὅτε ἡ μήτηρ αὐτὴν ὤδινεν», οὐχὶ μητέρα θαλάσσης λέγει, οὕτω καὶ ἐνταῦθα οὐχ, ὅτι ἀπὸ γαστρὸς ἐξῆλθεν, ἀλλὰ τὴν διάπλασιν καὶ τὴν αἰτίαν. τίνος οὖν ἕνεκεν τὸ ὄνομα τοῦ τόκου τέθεικεν ἐνταῦθα συνεχῶς; ἐμοὶ δοκεῖ καὶ τὸν αἴτιον αἰνίττεσθαι βουλόμενος τὸν πρῶτον καὶ μόνον καὶ τὸ διαπλάττεσθαι τὰ δημιουργήματα καὶ πρὶν ἢ αὐτὰ ἀπαρτισθῆναι. ὥστε κἂν ἐπὶ τοῦ υἱοῦ ταῦτα λέγηται, περιττῶς αὐτὰ περιφέρουσιν. ἐκεῖ γὰρ τὸ υἱὸς καὶ τὸ ἐγέννησα καὶ τὸ μονογενὴς καὶ ὅσα τοιαῦτα, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. 190 38,30b πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν; ὁρᾷς, πῶς καὶ τὴν κτίσιν ἀναμίγνυσιν; «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται· 38,31a συνῆκας; φησίν, δεσμὸν Πλειάδος ἔγνως; τουτέστιν· ποία ἀνάγκη, ποῖος σύνδεσμος ἐκεῖνα συνεχῶς τὰ ἄστρα συναγελάζεσθαι ποιεῖ; 38,31b καὶ φραγμὸν ˉ̓Ωρίωνος ἤνοιξας; ὥστε αὐτὸν περιπολεῖν. εἶτά φησιν· 38,35a ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται, 35b ἐροῦσι δέ σοι· τί ἐστιν; τέως ἀπὸ τῶν κατὰ τὸν οὐρανὸν πραγμάτων τῶν κολαστικῶν, τῶν εὐεργετικῶν. ὅρα καὶ κεραυνοὺς ἀποκρινομένους. οὐχ ὅτι ἐροῦσιν οἱ κεραυνοί· τί ἐστιν; ἀλλ' ὅτι πάντα καθάπερ ἔμψυχα οὕτως ὑπακούει τῷ θεῷ. καὶ ὅταν μὲν αὐτῶν τὸ ποικίλον τῆς διαπλάσεως παραστῆσαι βούληται, τόκον φησὶ καὶ γαστέρα, ὅταν δὲ τὸ ἕτοιμον καὶ ἀπηρτισμένον, ὑπακούοντας αὐτοὺς καὶ καλουμένους εἰσάγει. τίνος οὖν ἕνεκεν οὐχὶ τεχνίτην ἑαυτόν, ἀλλὰ καὶ πατέρα εἰσήγαγεν; ὅτι ἡ τῆς φύσεως τέχνη πολλῷ μείζων ἐστὶ ταύτης τῆς ἐπιχειρητικῆς ἅτε θεία τις οὖσα. 38,36a τίς δέδωκεν, φησίν, γυναικὶ ὑφάσματος σοφίαν 36b καὶ ποικιλτικὴν σοφίας ἐπιστήμην; ὅρα καὶ τὸ χρήσιμον· τοῖς μεγάλοις ἀναμίγνυσι τὰ μικρά. οὐ γὰρ ἡ τυχοῦσα σοφία ποικίλη τις οὖσα, οὐ γὰρ μικρὰ ἡ χρῆσις· ἦ γὰρ ἂν περιττὰ τὰ ἔργα τῆς τέχνης μὴ δοθείσης. καὶ ὅρα ποῖον αὐτὴν ἔλαβε γένος. 191 38,37a τίς δὲ ὁ ἀριθμῶν, φησίν, νέφη σοφίᾳ, 37b οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; ὁρᾷς, ὅτι τῆς γῆς αὐτῆς ἅπτεται; τοῦτο γάρ ἐστιν ἔκλινεν. 38,38a κέχυται δὲ ὥσπερ γῆ κονία. τὸ λεπτὸν αὐτοῦ αἰνίττεται, ὅπερ Ἠσαΐας φησίν, ὅτι ὥσπερ καπνός ἐστιν. 38,38b κεκόλληκας δὲ αὐτὸν ὥσπερ κύβον λίθοις; τὸ πεπηγὸς καὶ βέβαιον καὶ τὸ σχῆμα δὲ αὐτοῦ παρέστησεν εἰπὼν ὥσπερ κύβον τὸ ἡμισφαίριον ἤτοι τὸ ἄνωθεν μὴ εἶναι οὕτως, ἀλλὰ τετράγωνον. 38,39a θηρεύσεις δὲ λέουσι βοράν, 39b ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; τίνος ἕνεκεν ταῦτά φησιν; ὅτι «εἰ τῶν περιττῶν τοσαύτην πρόνοιαν ποιοῦμαι τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν;» τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ λέων; ἃ τῇ φύσει τῶν ἀλόγων ἐνέθηκεν, ταῦτα τίθησιν· 38,40a δεδοίκασι γὰρ ἐν κοίταις