74
πρὸς ἐκείνην ῥύθμισον σαυτόν. Μυρίαι εἰσὶν αἱ εἰκόνες ἐν ταῖς Γραφαῖς κείμεναι βίων ἐναρέτων· οἷον, ἐὰν θέλῃς, ἐλθὲ καὶ μετὰ τὸν διδάσκαλον ἐν τοῖς μαθηταῖς· ὁ μὲν δι' ἀκτημοσύνης 62.274 ἔλαμψε, ὁ δὲ διὰ χρημάτων· οἷον ὁ Ἠλίας δι' ἀκτημοσύνης, ὁ Ἀβραὰμ διὰ χρημάτων· οἵαν νομίζεις κουφοτέραν καὶ εὐεπιτηδειοτέραν, ταύτην ἐλθέ. Πάλιν ὁ μὲν διὰ γάμου, ὁ δὲ διὰ παρθενίας· ὁ Ἀβραὰμ διὰ γάμου, ἐκεῖνος διὰ παρθενίας· ἣν θέλεις, βάδισον· ἑκατέρα γὰρ φέρει πρὸς τὸν οὐρανόν. Ὁ μὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ. Πάλιν αὐτὸς οὗτος καὶ γυναικὸς φροντίζων καὶ παίδων καὶ θυγατέρων καὶ οἰκίας, καὶ πολὺν ἔχων πλοῦτον· ὁ ἄλλος οὐδὲν ἐκέκτητο, πλὴν τοῦ ἱματίου τοῦ τριχίνου. Καὶ τί λέγω οἰκίαν καὶ πλοῦτον καὶ χρήματα, ὅπου γε καὶ ἐν βασιλείᾳ ὄντα δυνατὸν τῆς ἀρετῆς ἐπιλαβέσθαι; Πάσης γὰρ οἰκίας ἰδιωτικῆς ἂν εὑρεθείη πολυπραγμονέστερος ὁ οἶκος ὁ βασιλικός. Ὁ τοίνυν ∆αυῒδ ἔλαμψεν ἐν βασιλείᾳ, καὶ οὐδὲν αὐτὸν ἐξέλυσεν ἡ ἁλουργὶς καὶ τὸ διάδημα· ἄλλος ὁλοκλήρου δήμου προστασίαν ἐμπεπιστευμένος, ὁ Μωϋσῆς λέγω, ὅπερ καὶ δυσκολώτερον τυγχάνει. Ἐνταῦθα γὰρ μείζων ἡ ἐξουσία ἦν, ὅθεν καὶ πλείων ἡ δυσκολία ἐγίνετο. Εἶδες ἐν πλούτῳ εὐδοκιμηκότας, εἶδες καὶ ἐν πενίᾳ, εἶδες ἐν γάμῳ, εἶδες καὶ ἐν παρθενίᾳ· θέα τοὐναντίον πάλιν καὶ ἐν γάμῳ καὶ ἐν παρθενίᾳ ἀπολωλότας, καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ· οἷον ἐν γάμῳ μὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον Σαμψὼν, ἀλλ' οὐκ ἀπὸ τοῦ γάμου, ἀλλ' ἀπὸ τῆς ἰδίας προαιρέσεως· ἐν παρθενίᾳ δὲ, οἷον αἱ πέντε παρθένοι· ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ μυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυνται. Ἐν βασιλείᾳ δείκνυμι πολλοὺς ἀπολωλότας, ἐν δημαγωγίᾳ. Θέλεις δὲ καὶ ἐν στρατιωτικῇ τάξει ἰδεῖν σωζομένους; ὅρα τὸν Κορνήλιον· καὶ ἐν προστασίᾳ οἰκίας; βλέπε τὸν εὐνοῦχον τῆς Αἰθιοπίσσης. Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώμεθα, οὐδὲν ἡμᾶς ἀπολεῖ· ἐὰν δὲ μὴ, ἅπαντα ἀπολεῖ, καὶ βασιλεία, καὶ πενία, καὶ πλοῦτος. Τὸν μέντοι νήφοντα οὐδὲν βλάψαι δυνήσεται. Εἰπὲ γάρ μοι, αἰχμαλωσία τί ἔβλαψεν; Οὐδέν· ἐννόει γάρ μοι τὸν Ἰωσὴφ δοῦλον γενόμενον, καὶ τὴν ἀρετὴν διασώζοντα· ἐννόει μοι τὸν ∆ανιὴλ, καὶ τοὺς τρεῖς παῖδας αἰχμαλώτους γενομένους, καὶ πῶς πολλῷ μᾶλλον ἔλαμψαν. Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάμπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐμποδίσαι δύναται. Τί λέγω πενίαν καὶ αἰχμαλωσίαν καὶ δουλείαν; οὐδὲ λιμὸς, οὐδὲ ἕλκωσις, οὐδὲ νόσος δύναται βλάψαι· δουλείας γὰρ νόσος χαλεπώτερον. Τοιοῦτος ἦν ὁ Λάζαρος, τοιοῦτος ἦν ὁ Ἰὼβ, τοιοῦτος ἦν καὶ ὁ Τιμόθεος πυκναῖς ἀσθενείαις συνεχόμενος. Ὁρᾷς ὅτι τῆς ἀρετῆς οὐδὲν δύναται περιγενέσθαι; οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ τὸ τῶν πραγμάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι· ἀλλὰ ταῦτα πάντα κάτω καὶ ἐπὶ γῆς ἀφεῖσα, φθάνει πρὸς τὸν οὐρανόν· μόνον ἔστω γενναία ψυχὴ, καὶ τὸ κωλύον οὐδὲν εἶναι ἐνάρετον. Ὅταν γὰρ ὁ ἐργάτης ἔῤῥωται, οὐδὲν τῶν ἔξωθεν ἐμποδίζει. Καὶ γὰρ καὶ ἐπὶ τῶν τεχνῶν, ὅταν ὁ τεχνίτης ἔμπειρος ᾖ καὶ καρτερικὸς καὶ πᾶσαν τὴν τέχνην ἐπιστάμενος, κἂν νόσος ἐπέλθῃ, ἔχει αὐτὴν, κἂν πένηται, ἔχει αὐτὴν, κἂν ἔχῃ τὸ ὄργανον μετὰ χεῖρας, κἂν μὴ ἔχῃ, κἂν ἐργάζηται, κἂν μὴ ἐργάζηται, 62.275 οὐδὲν ἠλάττωται· ἡ γὰρ ἐπιστήμη ἔνεστιν ἐν αὐτῷ. Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείμενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐμβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁμοίως, κἂν εἰς νόσον, κἂν εἰς ὑγείαν, κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν. δʹ. Οὐχὶ διὰ πάντων ἦλθον οἱ ἀπόστολοι; ∆ιὰ δόξης, φησὶ, καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τοῦτό ἐστι τὸ ποιοῦν ἀθλητὴν, τὸ πρὸς πάντα εἶναι ἐπιτήδειον· τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φύσις. Ἂν δὲ εἴπῃς, ὅτι Οὐ δύναμαι προεστάναι