1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

74

λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησάν φησιν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. νεκροὺς καλεῖ τοὺς τῇ ἀπιστίᾳ παραμεμενηκότας, περὶ ὧν καὶ ὁ Κύριος ἔλεγεν ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. οἱ ἄπιστοι τοιγαροῦν οὐκ ἔζησαν τὴν νοητὴν ζωὴν ἄχρι τελεσθῇ ὁ τῆς ἐνανθρωπήσεως χρόνος, ὅς ἐστιν τὰ χίλια ἔτη· μετὰ γὰρ ταῦτα ἔζησαν. πῶς; τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσει καὶ παρουσίᾳ. τότε γὰρ οἱ πλεῖστοι τῶν Ἰουδαίων πεπιστεύκασι Χριστῷ, ὅσοι μὴ ἐπίστευσαν αὐτῷ σωματικῶς αὐτοῖς συναναστρεφομένῳ. καὶ γὰρ θειότατα τὸ πρᾶγμα ᾠκονομήθῃ, καὶ ὡς οὐκ ἂν ἤλπισε νοῦς ἀνθρώπινος· ἐπειδὴ γὰρ ἐν τῇ παλαιᾷ ὁ Πατὴρ κεκήρυκτό τε καὶ ἔγνωστο, καὶ διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν μυρίων θεοσημειῶν τε καὶ δυνάμεων ὁ υἱός· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον οὔπω τοῖς ἀνθρώποις σαφῶς ἦν ἀποκεκαλυμμένον. Λόγος δὲ μόνον ἦν περὶ αὐτοῦ ἐν τῇ παλαιᾷ, ἔργον δὲ ἐναργὲς καὶ αἰσθητὸν οὐδὲν ἦν, ὃ μάλιστα τοὺς ἀνθρώπους πρὸς πίστιν ἐνάγεται, ὥσπερ τοῦ υἱοῦ, εἰ καὶ τοῖς διαβεβηκόσιν εἰς βάθη θεωρίας ἐγινώσκετο. ὅτι δὴ πάντα ὅσα πέπρακται καὶ δεδημιούργηται παρὰ τῆς Ἁγίας τετέλεσται Τριάδος, καὶ 220 τοῦτο σαφῶς παρίστησιν ὁ Κύριος, πῆ μὲν λέγων ὁ πατὴρ ἔδωκέ μοι ἐντολὴν τί εἴπω καὶ τί λαλήσω· καὶ πάλιν· ἀπ' ἐμαυτοῦ οὐδὲν δύναμαι ποιεῖν, εἰς τὴν τριάδα ἀνάγων τὰ γινόμενα· καὶ αὖθις παρὰ τῷ Ἰωάννῃ· οὐ δύναται ὁ υἱὸς τοῦ ἀνθρώπου ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μὴ βλέπῃ τὸν πατέρα αὐτοῦ ποιοῦντα· πῆ δὲ διαβεβαιούμενος εἰ δὲ ἐγὼ ἐν πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. πλὴν ἐπειδὴ αἰσθητὸν ἔργον, ὡς εἴρηται, οὐδὲν ἦν τοῦ Ἁγίου Πνεύματος παρὰ τοῖς ἀνθρώποις, ᾠκονομήθῃ τοὺς ἅπαντας σχεδὸν ἀνθρώπους τῇ ἐπιφοιτήσει καὶ τῇ δυνάμει τοῦ Παρακλήτου καὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν εἰς Χριστὸν δέξασθαι πίστιν, ἵνα δὴ καὶ αὐτοῦ τὸ πρὸς τὸν Πατέρα καὶ υἱὸν ὁμοούσιόν τε καὶ ἰσοδύναμον πᾶσι κατάδηλον γένηται. ἀμέλει τοι πάντι τῷ τῆς ἐνανθρωπήσεως χρόνῳ οὐχ' ἱστόρηνται πλείους τῶν ἑκατὸν εἴκοσι, πεπιστευκότες· τοσούτους γὰρ αἱ Πράξεις ἀπαριθμοῦνται τοὺς ἅμα συνειλεγμένους ἐν τῷ ὑπερώῳ. εἰ καὶ τῆς διδασκαλίας ἡ δύναμις τοῦ Χριστοῦ εἰς πολλοὺς διαβεβήκει, ἡ δέ γε πίστις αὐτῇ τῇ παρουσίᾳ πεφύλακτο τοῦ Πνεύματος. ὅθεν εὕροι τις, ὥσπερ σπόρου διαβεβλημένου, ὅταν ὑετὸς ἐπέλθῃ καὶ ἥλιος ἐπιλάμψῃ πάντα τὰ τέως ἐν τῇ γῇ κεκρυμμένα καὶ λανθάνοντα σπέρματα, ἐξανατέλλοντα τότε σαφῆ γίνεται ὅτι ὅλως ἐναπέκειτο τῇ γῇ, οὕτω γεγένηται τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσει. πάντες εἰς οὓς ἡ διδασκάλια τοῦ Κυρίου κατεσπάρη, ἐξανέτειλαν πρὸς τὴν πίστιν· διὸ ἀκριβέστερον εἴρηται τῇ ἀποκαλύψει ὅτι οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη φησὶν ἡ ἀνάστασις ἡ πρώτη, ἡ τῆς πίστεως δηλονότι· 221 ἡ γὰρ δεύτερα, ἡ καθολικὴ σωμάτων γενήσεται ἀνάστασις. μακάριος οὖν ὁ ἔχων μέρος ἐν τῇ πρώτῃ ἀναστάσει· τῆς γὰρ δευτέρας πάντες καὶ ἄκοντες μεθέξομεν. ἐπὶ δέ γέ φησι τοῖς τῆς πρώτης ἀναστάσεως μετόχοις, τουτέστι τοῖς πιστοῖς, οὐχ ἕξει ἐξουσίαν ὁ δεύτερος θάνατος. ποῖος; οὗτος ὁ τῆς ἁμαρτίας δηλαδὴ καὶ τῆς τότε κολάσεως· ὥσπερ γὰρ πρώτην εἶπε καὶ δευτέραν ἀνάστασιν, οὕτω καὶ πρῶτον καὶ δεύτερον θάνατον. καὶ πρῶτος μέν ἐστιν ὁ αἰσθητός, ὁ χωρισμὸν ἔχων ψυχῆς καὶ σώματος, δεύτερος δὲ ὁ νοητὸς ὁ τῆς ἁμαρτίας, περὶ οὗ καὶ ὁ Κύριος ἔλεγεν μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· φοβηθῆτε δὲ μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα ἀποκτεῖναι δυνάμενον ἐν Γεέννῃ. ἔσονται δέ φησιν οἱ πιστοὶ ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ· ἱερουργοὶ γὰρ τοῦ εὐαγγελικοῦ λόγου πάντες ἀπεδείχθησαν οἱ πιστοί, περὶ ὧν καὶ ὁ προφήτης τὴν προφητικὴν ἀνακρουόμενος λύραν ἔλεγε καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. καὶ βασιλεύσουσι μετ' αὐτοῦ τὰ χίλια ἔτη, τὰ τῆς ἐνανθρωπήσεως καθὼς πολλάκις εἴρηται. καὶ ὅταν φησὶ τελεσθῇ τὰ χίλια ἔτη. τουτέστιν ὅταν πληρώσας ὁ Κύριος τὴν μετὰ σαρκὸς οἰκονομίαν εἰς τοὺς οὐρανοὺς ἀναφοιτήσῃ, τῶν νοητῶν δεσμῶν ἀφεθήσεται ὁ ∆ιάβολος, καὶ πάλιν πλανήσει τὰ ἔθνη· εἴρηται γὰρ ἐν τοῖς φθάσασιν ὅτι κατήργει