74
αὐτὰς συλλέγειν κατα λιπὼν, ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τοῦ λόγου. Οὕτω τοίνυν ὁ ∆εσπότης Χριστὸς, καταλύσας τὸν θά νατον, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτη ρίαν, εἰς τοὺς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς τῆς εὐ σεβείας τροφίμοις τῆς αὐτῆς ἀνόδου τὰς ἐλπίδας κατέλιπεν. «Ὅταν γὰρ, φησὶν, ὑψωθῶ, πάντας ἑλ κύσω πρὸς ἐμαυτόν.» Τοσαύτη τοῦ Θεοῦ τῶν ὅλων ἡ περὶ τοὺς ἀνθρώπους κηδεμονία. Τοσαύτην ὁ Ποιη τὴς τῆς ἀχαρίστου δημιουργίας ἐποιήσατο πρόνοιαν· τοσαύτη τοῦ ἀρχετύπου περὶ τὴν εἰκόνα τὴν οἰ κείαν ἡ προμήθεια. Ἐδημιούργησεν ἐξ ἀρχῆς, τῇ ὁμοιώσει τετίμηκεν· ἀλλ' ἀγνώμων αὐτὴ περὶ τὸν πεποιηκότα γεγένηται, καὶ τὴν εἰκόνα τὴν θείαν δια φθείρασα, τοὺς τῶν θηρίων χαρακτῆρας ἐδέξατο, καὶ 83.764 ἀντὶ θεοειδοῦς θηριώδης ἐγένετο. Ἀλλ' οὐ περιεῖδεν αὐτὴν ὁ ∆ημιουργὸς τὰς τῶν θηρίων περικειμένην μορφὰς, ἀλλ' ἐνεούργησεν αὐτὴν, καὶ εἰς τὴν προτέραν εὐπρέπειαν ἐπανήγαγε, καὶ τὴν παλαιὰν ἀποδέδωκεν εὐμορφίαν, καὶ υἱοὺς τοὺς οὐδὲ δουλεύειν ἀξίους ἀπέφηνεν. Ἀλλὰ γὰρ εἰσί τινες μηδὲν ἐργαζόμενοι, κατὰ τὸν μακάριον Παῦλον, ἀλλὰ περιεργαζόμενοι, καὶ πολυπραγμονοῦντες ἃ μὴ θέμις, καὶ τῆς θείας σο φίας τὴν ἄβυσσον τοῖς οἰκείοις λογισμοῖς μετρῆσαι φιλονεικοῦντες, καὶ φάσκοντες· Τίνος χάριν ταῦτα οὐκ ἐξ ἀρχῆς ᾠκονόμησεν ὁ Θεὸς, ἀλλὰ μετὰ πολλὰς ἐτῶν χιλιάδας; Ὅτι μὲν τὸ τὰ τοιαῦτα πολυπραγμονεῖν, λίαν ἐστὶ θρασὺ καὶ τολμηρὸν, καὶ μανίας ἁπάσης ἐπέκεινα, αὐτοὶ φαῖεν ἂν οἱ τὰ τοιαῦτα διερευνώμενοι. Ἵνα δὲ δείξωμεν, οὐκ ἐκ μεταμελείας ταῦτα τὸν Θεὸν οἰκονομήσαντα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς οὕτω ταῦ τα διαταξάμενον, φέρε, τὴν θείαν Γραφὴν εἰς μέσον παραγάγωμεν, καὶ ἀκούσωμεν πρῶτον αὐτοῦ τοῦ ∆εσπότου Χριστοῦ, ἐν τοῖς Εὐαγγελίοις λέγοντος· «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Εἰ δὲ πρὸ καταβολῆς κόσμου τοῖς ἀποστόλοις, καὶ τοῖς δι' ἐκείνων πεπιστευκόσι, τὴν βασιλείαν ηὐτρέπισεν, εὔδηλον ὡς ἄνωθεν μὲν ταῦτα βούλεται ὁ Θεὸς, καὶ οὐ νῦν μὲν ἄλλα, νῦν δὲ ἕτερα· οἰκονομεῖ δὲ ἐν ἑκάστῳ καιρῷ τὰ πρόσ φορα, καὶ τῇ δυνάμει τῶν ἀνθρώπων τὰς διδασκα λίας μετρεῖ. Τούτου χάριν τῷ Ἀδὰμ, οἷον ἀρτιγενεῖ βρέφει, τὴν περὶ τοῦ ξύλου δίδωσιν ἐντολήν. Περιτ τὸς γὰρ ἦν ἐκείνῳ πᾶς νόμος περὶ μοιχείας, καὶ φόνου, καὶ ψευδομαρτυρίας, καὶ ἀδικίας διηγο ρευμένος. Τίνα γὰρ ἂν ἐμοίχευσε, μιᾶς οὔσης τηνι κάδε γυναικός; Τίνα δὲ ἂν ἐφόνευσεν, οὐκ ὄντος τοῦ παροξύνοντος; Κατὰ τίνος δ' ἂν ψευδομαρτυ ρίαν ὕφηνεν, ἢ ἀδικίαν ἐτεκτήνατο; ∆ιὰ τοῦτο μό νον λαμβάνει τὸν περὶ τοῦ φυτοῦ νόμον, νηπιώδη τινὰ, καὶ βρέφεσιν ἀρτιτόκοις ἁρμόττοντα. Πάλιν δὲ τῆς φύσεως αὐξηθείσης, μετὰ πολλῶν ἐτῶν ἀριθμὸν, τῷ Νῶε περὶ βρωμάτων νομοθετεῖ, καὶ παρακελεύε ται πάντων ἀφθόνως μεταλαμβάνειν κρεῶν, τῶν κα θαρῶν δηλαδὴ (καὶ γὰρ τούτων αὐτὸν τὴν διαφορὰν ἐξεπαίδευσε), μόνου δὲ ἀπαγορεύει τοῦ αἵματος τὴν μετάληψιν. Ἐκεῖθεν μετὰ χρόνου πολλοῦ περίοδον, καλεῖ μὲν τὸν Ἀβραὰμ, καὶ κελεύει τὴν πατρῴαν καταλιπεῖν οἰκίαν, ἄγει δὲ αὐτὸν εἰς τὴν πάλαι μὲν Χαναναίων, νῦν δὲ Παλαιστινῶν προσαγορευομένην χώραν, καὶ δίδωσιν αὐτῷ τὴν τῆς περιτομῆς ἐντο λὴν, ἵν' ἔχῃ τὸ ἐκ τούτου γένος σημεῖον τῆς εὐσε βείας, τῶν περιττῶν τὴν ἀφαίρεσιν. Τοῦ δὲ λι μοῦ τὴν ἀνάγκην ἐπαγαγὼν, πανταχόσε παράγει κήρυκα τῆς εὐσεβείας, καὶ Αἰγυπτίοις καὶ Παλαι στινοῖς ἀποφαίνων τὸν οἰκεῖον θεράποντα. Καὶ συγ 83.765 χωρεῖ μὲν ἁρπαγῆναι παρὰ τῶν Βαρβάρων τὴν τοῦδε ὁμόζυγα, ἁρπαχθείσης δὲ ὑπερήσπισε, καὶ τοὺς ἁρ πάσαντας ἐμαστίγωσε, καὶ τοὺς θηρευτὰς τῆς γυ ναικὸς γενομένους μεταλαμβάνειν τῆς θήρας οὐκ εἴασεν, ἀλλ' ἐντὸς τῶν δικτύων ἔχοντες ὧν ἤγρευσαν οὐκ ἀπήλασαν· αὐτοὶ δὲ ἄρκυσιν ἀοράτοις ἠγρεύοντο, καὶ ἐμάνθανον διὰ τῆς πείρας τὴν τοῦ ξένου φιλο θεΐαν· καὶ μετεπέμποντο τὸν ξένον, τὸν ἐπήλυδα, τὸν