75
προτείνει. εὐχόμενος ἐβόησα πρὸς σὲ πάλιν ἀπιών, ἵνα εἰσακούσῃς ταύτης τῆς φωνῆς, ἧς πρὸς σὲ ἐκέκραξα. οὐ πᾶς γὰρ ὁ κράζων κατὰ τὸν ἔσω ἄνθρωπον πρὸς θεὸν κράζει, ἀλλὰ ὁ τὰ τοῦ θεοῦ λέγων, ὁ αἴτησιν πρὸς αὐτὸν προσάγων. κράζουσιν καὶ Σοδομ̣ῖται, ἀλλ' οὐ πρὸς τὸν θεόν· "κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα". καὶ περὶ Νινευιτῶν λέγεται ὅτι· "ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν", τὸ πλῆθος τῆς κακίας. καὶ ἐν τῷ Ἰσαίᾳ· "ἔμεινα τοῦ ποιῆσαι δικαιοσύνην, ἐποίησεν δὲ κραυγήν". ἐπίτασις οὖν κακίας ἐστὶν ἡ κραυγὴ Σοδομιτῶν. κράζει δὲ πρὸς θεὸν ὁ εὐχόμενος ὅταν ἐπιτεταμένην φωνήν, ὅταν περὶ μεγάλων εὔχηται, οὐ περὶ εὐτελῶν καὶ εὐκαταφρονήτων, ὁ αἰτούμενος ἵνα δοθῇ αὐτῷ ἀγαθά. τὰ δὲ ἀγαθὰ ἑρμήνευσεν ὁ ἕτερος εὐαγγελιστὴς τὸ ἅγιον πνεῦμα· τὸν αὐτὸν γὰρ τόπον γράφοντες ὁ μὲν Μαθαῖος λέγει· "δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν", ὁ Λουκᾶς· "δώσει πνεῦμα ἅγιον". τὸ πνεῦμα δὲ ἓν ὂν κατὰ τὰ διάφορα αὐτοῦ χαρίσματα πλῆθος ἀγαθῶν ἐστιν· ὁ γὰρ τὸ ἅγιον πνεῦμα ἔχων ἔχει τὰ χαρίσματα τοῦ πνεύματος ἀγαθὰ ὄντα πλείονα. καὶ τῇ μὲν οὐσίᾳ ἕν ἐστιν, ταῖς δὲ ἐπινοίαις πολλὰ ἀγαθά. ὡς καὶ ὁ θεὸς εἷς ἐστιν κατ' οὐσίαν. λέγεται δὲ καὶ κατὰ διαφόρους ἐπινοίας πολλά· ἀγαθός, ἄτρεπτος, ἀναλλοίωτος, πηγή, φῶς· καὶ πάλιν ὁ σωτὴρ ὡσαύτως εἷς ὢν κατ' ὑποκείμενον λέγεται ζωή, ἀλήθεια. "αἰτεῖτε", φησίν, "τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται". ὥστε ὁ μικρὰ αἰτούμενος λέγει μὲν πρὸς θεόν, οὐκ ἐπιτεταμένην δὲ φωνήν. "αἰτεῖτε", φησίν, "τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται". ὁ περὶ τῶν αἰσθητῶν οὖν προηγουμένως εὐχὴν ἀναπέμπων οὐ κράζει πρὸς τὸν θεόν· ἠρέμα πρὸς αὐτὸν λέγει. ὁ δὲ αἰτούμενος ἐκεῖνα ἀληθῶς μεγάλα καὶ ἐπουράνια καὶ θεοποιοῦντα κράζει πρὸς θεόν. ἡ νόησις δέ ἐστιν ἡ κραυγή. 7-8 ἐλέησόν με καὶ εἰσάκουσόν μου, σοὶ εἶπεν ἡ καρδία μου. ὁ νοῦς μου σοὶ εἶπεν· τὸν ἔλεον παρὰ σοῦ αἰτῶ. ἡ καρδία μου τὸν ἔλεον παρὰ σοῦ προσδοκᾷ καὶ λέγει σοὶ ὅτι "ἐπάκουσόν μου". ταῦτα ἀντιστρέφει πρὸς ἑαυτά· ὁ ἐλεώμενος ὑπὸ θεοῦ εἰσακούεται καὶ ὁ εἰσακουόμενος ἐλεᾶται. οὐκ ἔστιν οὖν θάτερον πρὸ θατέρου εἰπεῖν. προηγεῖται δὲ τοῦ ἐλεῆσαι τὸ εἰσακοῦσαι. οὐ πάντως δὲ χρόνῳ πρότερον. καὶ ὥσπερ οὐκ ἔστιν ἐπιφάνειαν πρὸ χρώματος εἰπεῖν οὐδὲ χρῶμα πρὸ ἐπιφανείας. εἰ ἔστιν χρῶμα, ἔστιν ἐπιφάνεια. εἰ ἔστιν ἐπιφάνεια, κέχρωσται. προεπινοεῖται ἡ ἐπιφάνεια. 110 δεῖ ἐπιφάνειαν εἶναι, ἵν' οὕτω χρῶμα. τὸ δὲ "δεῖ" οὐ κατὰ χρόνον λαμβάνω, ἀλλὰ κατὰ νόησιν. "σοὶ εἶπεν ἡ καρδία μου". πρόσωπα σημαίνει. κατὰ πᾶν ῥῆμα τὰ τρία πρόσωπα σημαίνεται, τὸ λέγον, καὶ πρὸς ὃ λέγει, καὶ περὶ οὗ λέγει. πρόσωπον οὖν ἐστιν τοῦ εὐχομένου τὸ νῦν ἀπαγγέλλον. ἀπαγγέλλει δὲ τὴν δέησιν οὐκ ἄλλῳ ἢ τῷ θεῷ. 8 ἐξεζήτησα τὸ πρόσωπόν σου. ἡ καρδία μου ἡ λέγουσα· "ἐλέησον καὶ εἰσάκουσόν μου". οὐ νῦν πρότερον ἐζήτησά. σου τὸ πρόσωπον, οὐ νῦν μόνον παρεκάλεσα τό· "ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα". ἐπιτεταμένην δὲ ζήτησιν σημαίνει, εἰ ἐξεζήτησα. 8 τὸ πρόσωπόν σου, κύριε, ζητήσω. ἡ καρδία μου τὸ πρόσωπόν σου, κύριε, ζητήσει. εἰ καὶ "ἐξεζήτησα" καὶ ἔσχον αὐτὸ καταλάμπον με, ἀλλ' οὐ παύομαι μέχρι τούτου. πάλιν ἐκζητῶ αὐτό. 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. ὁ ὀφθαλμὸς ὁ ὑγιαίνων καὶ σῴζων τὴν ὁρατικὴν ἀρετήν, ὅτε πάρεστιν φῶς ἐστιν, πόθον αὐτοῦ ἔχει, οὐ κορέννυται αὐτοῦ ποτε· ἀκόρεστον γὰρ τοῖς ὀφθαλμοῖς ἐστιν τὸ φῶς· "γλυκύ ἐστιν ὀφθαλμοῖς", ὡς ὁ ἐκκλησιαστὴς λέγει. οὐδεὶς δὲ τοῦ γλυκέος κόρον λαμβάνει. ἔστιν γλυκέα τὰ τίκτοντα κόρον, οἷον ἡ ἐκ μέλιτος γλυκύτης. ἡ δὲ ἐκ τοῦ φωτὸς οὐκ ἔχει κό ρον, μάλιστα, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρετὴν ἡ ὄψις. λοιπὸν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· ὁ τοῦ ἔσω ἀνθρώπου ὀφθαλμὸς ἢ οἱ ὀφθαλμοὶ οὐδέποτε κορέννυνται οὐδὲ κόρον λαμβάνουσιν τοῦ προσώπου τοῦ θεοῦ· ἐπιφαινόμενον γὰρ ἀεὶ φωτίζει καὶ αὐξάνει καὶ τὸν πόθον. "ἐσημειώθη" γοῦν "ἐφ'