1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

75

αὐτῶν. «καίτοι μὴ συναγελαζόμενοι», φησίν, «μηδὲ νεμόμενοι, ἀλλὰ διὰ παντὸς χηραμοὺς καὶ καταδύσεις διώκοντες οὐ διαφθείρονται λιμῷ.» 38,40b κάθηνται δέ, φησίν, ἐν ὕλαις ἐνεδρεύοντες. 38,41a τίς δὲ ἡτοίμασε κόραξι βοράν; 41b νεοσσοὶ δὲ αὐτοῦ πρὸς κύριον κεκράγασι 41c πλανώμενοι τὰ σῖτα ζητοῦντες. λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα, ἀλλ' αὐτοὶ μὲν εἰκότως ἅτε μεγάλοι ὄντες πορίζουσι τροφήν, τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. ὅρα, πῶς τὰ ἀχρηστότερα τῶν ἀλόγων καὶ 192 ἀκαθαρτότερα ἔπεισιν ὁ λόγος ἐκ περιουσίας βουλόμενος δεῖξαι τὴν πρόνοιαν, ἐπεὶ καὶ ἐν τοῖς εὐαγγελίοις οὗτος ἐκ περιουσίας ἐστὶν ὁ λόγος· ἴδετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, φησίν. καὶ πάλιν· εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; ἐμοὶ δοκεῖ τὸν Ἰὼβ βουλεύσασθαι, ὅτι ἁπλῶς τὰ πράγματα φέρεται καὶ ὡς ἔτυχε καὶ οὐ πολλὴ τῷ θεῷ φροντίς. πρὸς τοῦτο οὖν τὸν λόγον ἐποιήσατο, ὅτι πάνυ μέλει αὐτῷ τοῦ κόσμου καὶ προνοεῖ. διὰ τοῦτό φησι καὶ περὶ δημιουργημάτων καὶ περὶ τῶν ἐνδυμάτων.

39,1b ἐφύλαξας δέ, φησίν, ὠδῖνας ἐλάφων; καλῶς εἶπεν· ἐφύλαξας; ἐπειδὴ

γὰρ ἀεὶ ἐν φυγῇ καὶ φόβῳ καὶ ἀγωνίᾳ τὸ ζῷον, ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, «πῶς», φησίν, «οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται;» 39,2a ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, 2b ὠδῖνας δὲ αὐτῶν ἔλυσας; 39,3a ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου; δειλὸν γάρ ἐστι τὸ ζῷον. πῶς οὖν τὰ παιδία καίτοι οὐκ ἔχοντα τὴν ἀπὸ τῶν ποδῶν ἀσφάλειαν ἄνευ φόβου ἐστίν; τίς αὐτὰ διατηρεῖ; ὁρᾷς, ὅτι ἀπὸ τῆς φύσεως οὐ προδίδονται; οὔτε ὁ λέων ἀπὸ τῆς ἰδίας ἰσχύος κρατεῖ οὔτε ἡ ἔλαφος προδέδοται, καίτοι δειλὸν τὸ ζῷόν ἐστιν. εἶτα μετὰ ταῦτά φησιν· 39,5a τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; «τίς τοῦτο διετύπωσεν;» φησίν, «τίς τοὺς τῆς φύσεως νόμους ἔθηκεν; ὅτι γάρ», φησίν, «νόμοι διηνεκεῖς εἰσι καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῷον καὶ ἀδάμαστον. κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. ἃ ὁ θεὸς βεβούλευται, τίς διασκεδά193 σει; ὁρᾷς, ὅτι πάντα προνοίᾳ καὶ αὐτοῦ βουλομένου εἴκει καὶ ὑπακούει; ἄν τε μὴ θελήσῃ ἡμῖν ὑπακοῦσαι, κἂν μυρία τεχνώμεθα, οὐδὲν ὄφελος, οὐδὲν πλέον ἔσται. τί οὖν; † τοίνυν οὐδὲ ἡμεῖς βουλόμεθα οὐδὲ ἐπιχειροῦμεν † ἵνα, ὅταν ἴδῃς τὸ ἡμερώτερον ζῷον, τὸν κατασκευάσαντα αὐτὸ χειρόηθες θαυμάσῃς. εἴασεν πολλὰ ἔξω τῆς ἡμετέρας ἐξουσίας, ἵνα ἀπὸ τῶν μὴ ὑποτεταγμένων μὴ τὴν σαυτοῦ σοφίαν θαυμάσῃς μηδὲ λογίσῃ τέχνῃ τῇ σῇ τὴν ὑπακοὴν ἐκείνου. εἶτα ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον ἵππου μνημονεύων τοῦ χειροήθους καὶ πολλὰ περὶ τοῦ ζῴου τούτου διαλέγεται, πῶς γαῦρον, πῶς ἀνεστηκός, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον καὶ τοῦτον, ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ; εἶτα καὶ τὸ εὔτακτον· ἀκούει φωνὴν σαλπίγγων καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα· 39,25a σάλπιγγος δέ, φησίν, σημαινούσης ἐρεῖ· εὖγε. 25b πόρρωθεν ὀσφραίνεται πολέμου. εἶτα περὶ ἱέρακος καὶ γυπὸς καὶ ἀετοῦ· 39,26a ἐκ δὲ τῆς σῆς ἐπιστήμης, φησίν, ἕστηκεν ἱέραξ 26b ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; 39,27a ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός, 27b γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται 39,28 ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; 39,29a ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, 29b πόρρωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύου194 σιν, 39,30a νεοσσοὶ δὲ αὐτοῦ ἐν αἵματι φύρονται, 30b οὗ δ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. πῶς ἔστησεν, φησίν, μετέωρον αὐτὸν ἐπὶ τοῦ ἀέρος; πῶς αὐτῷ τὴν τροφὴν ἔδωκεν; ὁρᾷς, ἐξ ὀλίγων πόσα φησίν; τίνος δὲ ἕνεκεν οὐκ ἐμνήσθη βοὸς οὐδὲ προβάτων οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενός, ἀλλὰ τῶν ἀχρήστων καὶ εἰκῇ δοκούντων εἶναι; δεικνύς, ὅτι, εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια τοῖς οὐδὲν