1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

75

πολλῶν, μονάζειν ὀφείλω, ὕβρισας τὴν ἀρετήν· αὕτη γὰρ πᾶσι κεχρῆσθαι δύναται, καὶ διαφαίνειν, μόνον ἔστω ἐν τῇ ψυχῇ. Λιμός ἐστι; πλησμονή ἐστιν; Αὕτη γὰρ ἰσχὺν ἐπιδείκνυται τὴν αὑτῆς, καθὼς Παῦλός φησιν, Οἶδα καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ἔδει ἐργάζεσθαι; οὐκ ἐπῃσχύνθη, ἀλλὰ δύο ἔτη εἰργάζετο. Ἔδει λιμῶξαι; οὐκ ἐτάκη, οὐδὲ ἐδίστασεν. Ἔδει ἀποθανεῖν; οὐκ ἐγένετο ταπεινός· διὰ πάντων τὸ φρόνημα τὸ γενναῖον καὶ τὴν τέχνην ἐπεδείξατο. Τοῦτον οὖν ζηλώσωμεν, καὶ οὐκ ἔσται λύπης ἡμῖν ὑπόθεσις. Τί γὰρ, εἰπέ μοι, λυπῆσαι δυνήσεται τὸν τοιοῦτον; Οὐδέν. Ἕως ἂν μὴ ταύτην ἡμᾶς ἀφέληταί τις, πάντων ἀνθρώπων μακαριώτεροι ἐσόμεθα, καὶ ἐνταῦθα, οὐχὶ ἐκεῖ μόνον. Ἔστω γὰρ ὁ ἐνάρετος καὶ γυναῖκα ἔχων καὶ παιδία καὶ χρήματα καὶ δόξαν πολλήν· περὶ ταῦτα πάντα ὁμοίως ἐνάρετος μένει· ἄφελε αὐτὰ, καὶ πάλιν ὁμοίως ἐνάρετος ἔσται, οὔτε ὑπὸ τῶν θλίψεων καταβαπτιζόμενος, οὔτε ὑπὸ τῆς εὐπραγίας ὀγκούμενος· ἀλλ' ὥσπερ πέτρα, καὶ κυμαινούσης τῆς θαλάσσης, καὶ γαλήνης οὔσης, ὁμοίως ἕστηκεν ἀπαθὴς, οὔτε ὑπὸ τῶν κυμάτων θρυπτομένη, οὔτε ὑπὸ τῆς γαλήνης ἄλλο τι πάσχουσα· οὕτω καὶ ἡ ψυχὴ ἡ στεῤῥὰ ἕστηκε βεβαία καὶ ἐν γαλήνῃ καὶ ἐν κύμασι. Καὶ καθάπερ τὰ μὲν παιδία ἐν πλοίῳ πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόμενος· οὕτω καὶ ψυχὴ φιλόσοφος, πάντων τῶν ἄλλων θορυβουμένων, καὶ γελώντων πάλιν ἀκαίρως, ἐν ταῖς τῶν πραγμάτων μεταβολαῖς, αὐτὸς ὥσπερ ἐπί τινος αὐχένος καὶ οἴακος τῆς εὐλαβείας κάθηται 62.276 ἀκλινής. Τί γὰρ, εἰπέ μοι, ταράξαι δύναται ψυχὴν εὐλαβῆ; Θάνατος; ἀλλὰ τοῦτο ζωῆς βελτίονος ἀρχὴν οἶδεν. Ἀλλὰ πενία; ἀλλὰ τοῦτο συμπράττει αὐτῇ πρὸς ἀρετήν. Ἀλλὰ νόσος; ἀλλ' οὐδὲν ἡγεῖται αὐτὴν παροῦσαν. Τί λέγω νόσον; οὐδὲ τὴν ἄνεσιν, οὐδὲ τὴν θλῖψιν· προλαβοῦσα γὰρ ἑαυτὴν ἔθλιψεν. Ἀλλ' ἀδοξία; ἀλλὰ ὅλος ὁ κόσμος αὐτῇ ἐσταύρωται. Ἀλλὰ παίδων ἀποβολή; ἀλλ' οὐ δέδοικεν· ὅταν γὰρ περὶ ἀναστάσεως ᾖ πεπληροφορημένη, τί αὐτὴν ἑλεῖν δύναται; Οὐδὲν τῶν πάντων. Ἀλλὰ πλοῦτος ἐπαίρει; οὐδαμῶς· οἶδε γὰρ ὅτι οὐδὲν τὰ χρήματα. Ἀλλὰ δόξα; ἀλλὰ πεπαίδευται, ὅτι πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἀλλὰ τρυφή; ἀλλ' ἤκουσε Παύλου λέγοντος, ὅτι Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ὅταν οὖν μήτε φλεγμαίνῃ, μήτε συστέλληται, τί τῆς ὑγείας ταύτης ἴσον ἂν εἴη; ἀλλ' οὐχ αἱ ἄλλαι ψυχαὶ τοιαῦται, ἀλλὰ τῆς θαλάττης καὶ τοῦ χαμαιλέοντος πυκνότερον τρέπονται. Ὥστε πολὺν εἶναι γέλωτα, ὅταν ἴδῃς τὸν αὐτὸν νῦν μὲν γελῶντα, νῦν δὲ κλαίοντα, νῦν δὲ φροντίζοντα, νῦν δὲ ὑπὲρ τὸ μέτρον ἐκκεχυμένον. Καίτοι ὁ Παῦλος οὐ δι' ἄλλο τί φησι, Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἢ ὅτι ἐν τῷ οὐρανῷ πολιτευόμεθα, ἔνθα οὐκ ἔστι τροπή. Ἐπήγγελται ἡμῖν ἔπαθλα οὐ τρεπόμενα· οὐκοῦν τοιαύτην πολιτείαν ἐπιδειξώμεθα, ἐντεῦθεν ἤδη λάβωμεν τὰ ἀγαθά. Τί εἰς εὔριπον ἑαυτοὺς ῥιπτοῦμεν, καὶ εἰς κλυδώνιον, καὶ εἰς χειμῶνα, καὶ εἰς ζάλην; Γενώμεθα ἐν γαλήνῃ. Οὐ παρὰ τὸν πλοῦτόν ἐστιν, οὐ παρὰ τὴν πενίαν, οὐ παρὰ τὴν δόξαν, οὐ παρὰ τὴν ἀδοξίαν, οὐ παρὰ τὴν νόσον, οὐ παρὰ τὴν ὑγείαν, οὐ παρὰ τὴν ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ταῦτα πάντα ψυχήν. Ἂν αὐτὴ στεῤῥὰ ᾖ καὶ καλῶς πεπαιδευμένη τὴν τῆς ἀρετῆς ἐπιστήμην, πάντα εὔκολα αὐτῇ ἔσται. Καὶ ἐντεῦθεν ἤδη τὴν ἀνάπαυσιν ὄψεται, καὶ τὸν λιμένα τὸν εὔδιον, καὶ μυρίων ἀπελθοῦσα ἐκεῖ ἀγαθῶν ἐπιτεύξεται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ. Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων