1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

75

τὴν ἐνέργειαν τοῦ ∆ιαβόλου ἡ τοῦ Κυρίου μετὰ ἀνθρώπων ἀναστροφή. τοῦ δέ γε Κυρίου ἀνεληλυθότος εἰς τοὺς οὐρανούς, αὐτός τε ὁ ∆ιάβολος τὰ οἰκεῖα καὶ εἰωθότα ἐνεργήσει, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι τῷ αὐτεξουσίῳ, ὥσπερ 222 ἐχρῶντο, χρήσονται· ὁ μὲν γὰρ ∆ιάβολος πάντας ἐπιχειρεῖ πλανᾶν. ἀλλ' οἱ μὲν πείθονται, οἱ δὲ ἀπειθοῦντες καταγωνίζονται τὸν πονηρόν. ἀλλ' ἴσως ἐρεῖ τις· καὶ τί δήποτε ἐπεχόμενος καὶ ἀνακοπτόμενος τῆς οἰκείας ὁρμῆς ὁ ∆ιάβολος ἐν τῇ τοῦ Κυρίου σωματικῇ παρουσίᾳ, πρὸς ἡμᾶς πάλιν ἀφείθη πλανᾶν τοὺς ἐπὶ γῆς; οὐ γὰρ ἦν βέλτιον αὐτὸν δεδέσθαι, καὶ τοὺς ἀνθρώπους ἀπλανεῖς διαμένειν; πρὸς ὃν λεκτέον· τί γὰρ οὐ μᾶλλον λέγεις αὐτὸς τὴν ἀρχὴν διὰ τί γέγονεν ὁ ∆ιάβολος, ἢ γενόμενος καὶ παραβὰς τί μὴ τέλεον ἐξηφανίσθη, ὡς μὴ γενέσθαι αὐτῷ πάραδον κατὰ τῶν ἀνθρώπων; καὶ πῶς ἄν, ὦ οὗτος, διεγυμνάσθησαν οἱ ἀγωνισταὶ μηδενὸς προσπαλαίοντος; πῶς δὲ καὶ διεδείχθη τῶν ἀθλητῶν ἡ ἰσχύς, μὴ ὄντος ἀνταγωνιστοῦ; οἱ μὲν γὰρ ῥάθυμοι τῶν ἀνθρώπων καὶ τῶν ἡδονῶν ἥττους, καὶ μὴ παρόντος μηδὲ προσερεθίζοντος τοῦ ∆ιαβόλου, ἀφ' ἑαυτῶν εἰσι σκαιοί· οἱ δέ γε τοῦ Θεοῦ ἄνθρωποι καὶ γενναῖοι ἀγωνισταὶ ἠδικήθησαν ἂν τὴν κατὰ τῶν παθῶν ἀνδρείαν μὴ δημοσιεύοντες· ὡς συμβαίνειν, καὶ τοὺς ῥαθύμους μηδὲν ὠφελεῖσθαι μὴ ὄντος τοῦ Σατανᾶ, καὶ τοὺς σπουδαίους τὰ μέγιστα ἀδικεῖσθαι. ὁ γὰρ Σατανᾶς παιδοτρίβης τρόπον τινὰ τῶν ἀνθρώπων ὑπάρχει, πρόφασιν παρέχων στεφάνων τοῖς ἀγωνιζομένοις. οἱ γὰρ φιλαμαρτήμονες, οἱ καὶ μὴ παρόντος τοῦ ∆ιαβόλου τῇ σφῶν αὐτῶν ῥαθυμίᾳ ἀντὶ ∆ιαβόλου χρώμενοι, οὐδὲ ἠδίκηνται, καθὼς εἴρηται. ὥστε τοὺς μὲν ἄκων εὐεργετεῖ, τοὺς δὲ οὐδὲν ἀδικεῖ, ἢ λίαν βραχύ. σὺ δὲ ἐβούλου δι' ἐμὲ καὶ σὲ τοὺς δούλους τῆς ἁμαρτίας καὶ ἀνειμένους καὶ ἀναπεπτωκότας, ἵνα μή τι μικρὸν ἢ παντελῶς οὐδὲν προσαδικηθῶμεν τῇ ἐνεργείᾳ τοῦ ∆ιαβόλου, ἀποστε 223 ρηθῆναι τῆς δόξης πατριάρχας τε καὶ προφήτας, ἀποστόλους καὶ εὐαγγελιστὰς καὶ τοὺς ἄχρις αἵματος τῇ μαρτυρίᾳ Χριστοῦ προσμεμενηκότας καὶ τὸ γνήσιον αὐτῷ φυλάξαντας, ἔτι δὲ ὁμολογητὰς καὶ τοὺς τῶν ἐκκλησιῶν καλῶς ἡγησαμένους ποιμένας καὶ τοὺς καρτερικωτάτους ἀσκητὰς καὶ πάντα δίκαιον καὶ τῇ πίστει Χριστοῦ τετελειωμένον, ὧν οὐκ ἔστιν ἄξιος ὁ κόσμος οὗτος. ὥστε τῶν κομιδῆ βραχέα προσαδικουμένων ἁμαρτωλῶν τὴν ζημίαν παραμυθοῦνται οἱ γενναῖοι τῆς ἀρετῆς ἀγωνισταί· εἷς γὰρ κατορθῶν, προτιμητέος θεῷ, μυρίων ἀθετούντων. ἀμφότερα οὖν κάλλιστα καὶ ἐνθεώτατα πέπρακται, καὶ τὸ ἐν τῇ τοῦ Κυρίου παρουσίᾳ τὰς ἀνοσίους ὁρμὰς ἀνακόπτεσθαι τοῦ ∆ιαβόλου, καὶ μετὰ τῆν εἰς οὐρανὸν ἄνοδον αὐτὸν λυθῆναι πρὸς πεῖραν τῶν ἀνθρώπων. εἰ μὲν γὰρ συνεχωρήθη πᾶσαν ἐνδείξασθαι τὴν ἑαυτοῦ ἐνέργειαν ὁ Σατανᾶς, ἐπὶ γῆς ἀναστρεφομένου τοῦ Κυρίου, οὐκ ἂν εἴασε τοὺς ἀνθρώπους οὐδὲ τῆς θείας αὐτοῦ διδασκαλίας ἀκροατὰς γενέσθαι οὔτε μαθεῖν τίς τε ὁ φύσει καὶ ἀληθῶς Θεός, καὶ τίς εἰς αὐτὸν εὐαγὴς θρησκεία, ποία τε ἡ κακία καὶ τίς ἡ ἀρετή· ἀλλὰ καὶ τὸν σταυρὸν αὐτῷ πρὸ καιροῦ κατεσκευάκει καὶ πρὶν τῆς διδασκαλίας ἄρξασθαι. οὗ γινομένου, ἀτελὴς ἂν ὑπῆρξε, μᾶλλον δὲ ἀνωφελής, ἡ τοῦ Κυρίου ἐνανθρώπησις καὶ τὸ τοσοῦτον καὶ οὕτως ἀξιάγαστον μυστήριον. μεθ' ὃ δὲ τῷ δεσμῷ τοῦ ∆ιαβόλου ταῦτα ἐδιδάχθησαν οἱ ἐπὶ γῆς, ἀφείθησαν λοιπὸν τῷ οἰκείῳ χρῆσθαι αὐτεξουσίῳ καὶ τῇ πρὸς τὸν ἀντίπαλον διαμάχῃ ἐπὶ ὡμολογημέναις καὶ ἀγνωσμέναις ὁδοῖς τῆς τε κακίας καὶ τῆς ἀρετῆς. ὁ μὲν γὰρ εἰδὼς τὸ καλὸν καὶ τὸ οὐ τοιοῦτον, αὐτοκελεύστοις ὁρμαῖς ἢ τοῦτο ἢ ἐκεῖνο πάν 224 τως ἐκλέγεται· ὁ δὲ ἀγνοῶν τί ἂν καὶ πράξειεν, ὡς ἐν νυκτομαχίᾳ τιτρωσκόμενος καὶ ὅτι οὐδὲ βέβληται αἰσθανόμενος, οὐδὲ τὴν οἰκείαν γινώσκει ἀπώλειαν. ἐπὶ μὲν γὰρ τοῦ γνῶσιν ἔχοντος τῶν ἐναντίων χώρα τῷ αὐτοεξουσίῳ εἰς τὸ ἑλέσθαι ὃ βούλεται, ἐπὶ δέ γε τοῦ ἀγνοοῦντος οὐ χώρα. ὁ δὲ Θεὸς αὐτεξούσιον ἐξ ἀρχῆς πεποίηκε τὸν ἄνθρωπον καὶ αὐτοκρατορικοῖς λογισμοῖς διοικούμενον. ὅτι δὲ δεῖ γινώσκειν πρῶτον ἀρετὴν καὶ κακίαν, ἵνα οὕτω γένηται χώρα τῷ αὐτεξουσίῳ, ὅρα τί φησιν ὁ ἱεροφάντης Μωϋσῆς τῷ ἀπειθεῖ τῶν