75
ὀθνεῖον, οἱ τῶν ἐθνῶν ἐκείνων βασιλεύοντες, καὶ ἱκέ ται τοῦ ξένου ἐγένοντο. Ὁ δὲ πρόφασιν λαμβάνων, προσέφερε τοῖς ἀγνοοῦσι τὰ τῆς εὐσεβείας παιδεύ ματα, καὶ ἡ ἀδικία τῆς εὐσεβείας τὴν ὁδὸν ἀνεῴγνυ, καὶ ἡ παράνομος πλεονεξία πρόξενος θεογνωσίας ἐγίγνετο. Οὕτω τὰ κατὰ τὸν Ἰσαὰκ καὶ Ἰακὼβ ᾠκονόμησεν. Ὁ μὲν γὰρ, τὸν Ἀβιμελὲχ εὐηρ-γέτησεν, ὁ δὲ τῷ Λάβαν τὸν ὄντα Θεὸν ὑπέδειξε, καὶ τῶν οὐκ ὄντων μὲν, δοκούντων δὲ, τὴν ἀσθένειαν ἤλεγ ξεν. Οὕτω τὰ κατὰ τὸν Ἰωσὴφ ᾠκονόμησε. Καὶ δοῦλον γενέσθαι πρότερον συγχωρήσας, διὰ δουλείας καὶ συ κοφαντίας καὶ δεσμῶν τῆς Αἰγύπτου αὐτῷ τὰς ἡνίας ἐνεχείρισε. Καὶ πρῶτον μὲν ἕνα Θεὸν τῷ οἰνοχόῳ κηρύττει· εἶτα τῷ βασιλεῖ τὴν αὐτὴν ταύτην διδασκα λίαν προσφέρει. Ἐκεῖθεν τοὺς οἴακας δεξάμενος, ἅπαν σοφῶς ἰθύνει τὸ σκάφος. Οὕτω τὸν Ἰσραὴλ αὐξηθέντα, τῆς Αἰγυπτιακῆς ἀπαλλάξαι δουλείας ἐθελήσας, μετὰ πολλῶν καὶ μεγάλων ἀπαλλάττει θαυμάτων, τὸ ἐπίση μον αὐτῶν ἐντεῦθεν μηχανώμενος. Τῶν γὰρ ἐθνῶν ἁπάντων τοῦτο τὸ ἔθνος θεογνωσίας ἐχειροτόνει δι δάσκαλον. Καὶ καθάπερ εἰς τοῦδε τοῦ ἔθνους ἐπιμέλειαν, νῦν μὲν ἐξελέξατο τὸν Μωϋσῆν, νῦν δὲ τὸν Ἰησοῦν, καὶ πάλιν τὸν Σαμουὴλ, ἄλλοτε δὲ ἄλλον τῶν προφητῶν, καὶ δι' ἑνὸς ἀνθρώπου φιλοσοφίαν ἀσκοῦντος, ἅπαντας εὐηργέτει τοὺς ὁμοφύλους· οὕτω δι' ἑνὸς ἔθνους τοῦ Ἰσραὴλ, πάντα τὰ ἔθνη τὰ τὴν αὐτὴν ἔχοντα φύσιν, εἰς τὴν τῆς εὐσεβείας κοινωνίαν ἐκάλει. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μαρτυρεῖ μὲν Ῥαὰβ ἡ πόρνη, ἀλλόφυλος μὲν οὖσα καὶ πόρνη, ἀρ κεσθεῖσα δὲ μόνῃ τῇ φήμῃ, καὶ διὰ ταύτης τὴν εὐ σέβειαν δεξαμένη, καὶ τοὺς μὲν οἰκείους προεμένη, τοῖς δὲ ἀλλοτρίοις ἑαυτὴν ἐγχειρίσασα. «Ἠκού σαμεν γὰρ, φησὶν, οἷα ἐποίησε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις, καὶ ἔπεσεν ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς.» ∆ιὰ τοῦτο συνθήκας πρὸς τοὺς κατασκόπους ποιεῖται, καὶ ὅρκῳ ταύτας βεβαιοῖ. Μαρτυροῦσι δὲ καὶ Ἀλλόφυ λοι, δείσαντες τῆς κιβωτοῦ τὴν παρουσίαν, καὶ πρὸς ἀλλήλους εἰρηκότες· «Οὗτος ὁ Θεὸς, ὁ πατάξας τὴν Αἴγυπτον· οὐαὶ ἡμῖν, ἀλλόφυλοι.» Τούτου χάριν ὁ Θεὸς παραδίδωσι μὲν τοῖς Ἀλλοφύλοις τὴν κιβωτὸν, τὴν τοῦ λαοῦ παρανομίαν ἐλέγχων· οὐ γὰρ ἔδει τὸν νό μον ποιήσασθαι πρόμαχον τοὺς προφανῶς παραβεβη κότας τὸν νόμον· παραδοθείσης δὲ φυλάττει τὸ σέβας, διδάσκων τοὺς Ἀλλοφύλους, ὡς οὐ Θεὸν ἐνίκησαν, ἀλλὰ ἀνθρώπων παρανομίαν. ∆ιὰ τοῦτο τὸν ∆αγὼν, 83.768 τὸν ὑπ' ἐκείνων ὡς Θεὸν προσκυνούμενον (εἴδωλον δὲ ἦν τοῦτο ἄφωνον καὶ ἀναίσθητον) πεσεῖν πρὸ τῆς κιβω τοῦ, καὶ τὸ τῶν προσκυνούντων ἐπιδεῖξαι σχῆμα παρασκευάζει, ἵνα μάθωσιν οἱ Ἀλλόφυλοι τὸ διάφο ρον. Οἱ δὲ πάλιν μὲν ἀνοήτως ἀνορθοῦσι, πάλιν δὲ ὁρῶσι καταπεπτωκότα καὶ προσκυνοῦντα. Εἶτα πολ λὴν ἄγοντες ἀβελτηρίαν, καὶ τὸ διάφορον ὁρᾷν οὐκ ἐθέλοντες, τῇ πείρᾳ σωφρονεῖν ἐδιδάχθησαν, καὶ παιδευθέντες ἀνένηψαν, καὶ τῆς ἀγνοίας τὴν μέθην ἐξέβαλον, καὶ πέμπουσιν ὡς ἔδει τὴν κιβωτὸν τοῖς οἰκείοις θεραπευταῖς, καὶ ἀναθήμασι τετιμηκότες τὰς παιδείας κηρύττουσι, καὶ τοὺς ὑποδεχομένους αὐτὴν διδάσκουσι τῆς ἐπανόδου τὸν τρόπον. Τοῦτο καὶ ἐπὶ τοῦ Βαλτάσαρ πεποίηκεν ὁ Θεός. Ἐπειδὴ γὰρ εἰς πολλὴν ἀσέβειαν ἐξωκείλαντα τὸν λαὸν, δορυάλωτον ἔπεμψεν εἰς Βαβυλῶνα, καὶ τὰ ἱερὰ σκεύη λάφυρα τῶν πολεμίων ἐγένετο, ὁ μὲν Ναβου χοδονόσορ, ἅτε δὴ θεῖα, τῆς κοινῆς αὐτὰ πόῤῥω πε ποίηκε χρήσεως, εἰς δὲ τοὺς νεὼς τῶν νομιζο μένων ὑπ' αὐτῶν θεῶν εἰσκεκόμικεν. Ὁ δὲ ἐκείνου παῖς, Βαλτάσαρ φημὶ, ταῖς πατρῴαις οὐ παιδευθεὶς συμφοραῖς, οὐδὲ σκοπήσας ὁποίας ἐκεῖνος δίκας τῆς ἀλαζονείας ἐξέτισε, καὶ ταῦτα ὡς ἐνόμισε τὰ θεῖα σκεύη τετιμηκὼς, φέρει μὲν εἰς μέσον τὰ ἅπαξ ἀφιερωθέντα Θεῷ, πίνει δὲ ἀπὸ τούτων ὁ ἀλιτήριος, προσφέρει δὲ καὶ τοῖς συμπόταις τὰ ἄψαυστα. Ἀλλὰ τούτων γινομένων, κατὰ τοῦ ἀλάστορος ἐξεφέρετο ψῆφος, καὶ χεὶρ ἀφανοῦς τινος ἐνέγραφε τῷ τοίχῳ τοῦ Θεοῦ