76
ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε"· παραμένει. τὸ δὲ τοῦ ἡλίου ἢ ἁπαξαπλῶς τοῦ αἰσθητοῦ φωτὸς οὐ παραμένει. ἐὰν γοῦν τις ἀναχωρήσῃ ἀπὸ τοῦ ὁρᾶν τὸ φῶς ἢ μύσῃ τοὺς ὀφθαλμούς, οὐκ ἔχει αὐτὸ σεσημειωμένον. φαίνεται δὲ τὸ νοητὸν φῶς παραμένον τῷ φωτισθέντι, ἀναπόβλητόν ἐστιν. 9 μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. ἔστιν ποτὲ δοκεῖν ἐκκλίνειν τὸν θεόν, μὴ ἐν ὀργῇ δέ. ἔδοξάν αν τινες, ὅτι ἐξέκλινεν ἀπὸ τοῦ Ἰώβ, ὅτε παρεδόθη τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰ τέκνα καὶ τὸ σῶμα τῷ ἐξαιτησαμένῳ· ἀλλ' οὐκ ἐν ὀργῇ τοῦτο γέγονεν. μὴ οὕτω τὰ κατ' ἐμὲ γένοιτο ἐξ ἡμετέρας ῥαθυμίας ὥστε ἐν ὀργῇ ἐκκλῖναι ἀπ' ἐμοῦ τὸ πρόσωπόν σου. ἀμφότερα οὖν δύναται· μὴ τοιαῦτά μοι πραχθείη ὥστε ὀργισθέντα σὲ ἐκκλῖναι ἀπ' ἐμοῦ. ἢ οὕτως· μὴ οὕτως ὀργισθείην ὥστε στερηθῆναι τῆς παρουσίας σου. 9 βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἔνια ἀντίγραφα ἔχει· "μὴ ἐνκαταλίπῃς με". τὸ αὐτὸ δέ ἐστιν τὸ ἀποσκορακίσαι, τὸ ἀπορίψαι, τὸ ἀποπέμψαι. ἐν γοῦν τῷ Ἰσαίᾳ φέρεται· "καὶ ἀποσκορακιεῖ αὐτόν". καὶ θεώρει γε τὴν ἀκρίβειαν τῆς λέξεως· οὐκ ἀεὶ τὸ γενέσθαι γένεσιν σημαίνει, ἀλλὰ ἐκεῖνο δηλοῖ, ὃ ἡ προσθήκη βούλεται. πρόσκειται δὲ ὧδε τὸ "βοηθός μου γενοῦ". μὴ γὰρ ὁ γινόμενός τινι βοηθὸς "γίνεται". εἶπον δὲ καὶ ἄλλοτε ὅτι τὰ ῥήματα τὰ γένεσιν ὑποβάλλοντα ἐὰν ἀπολελυμένως λέγηται, δημιουργίαν σημαίνει· "πάντα δι' αὐτοῦ ἐγένετο", ἀντὶ τοῦ· "πάντα δι' αὐτοῦ ὑπέστη". "ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν". οὐκ εἶ111 πεν· "τί ἐποίησεν", ἀλλ' αὐτὸ τοῦτο "οὐρανὸν καὶ γῆν". ὅταν δὲ λέγῃ ὅτι· "βοηθός μου γενοῦ, μὴ ἐνκαταλίπῃς με", τοῦτο λέγει· "βοηθὸς μοὶ γενοῦ". σχέσιν σημαίνει τὴν βοηθοῦ πρὸς βοηθούμενον. οὕτω λέγομεν καί· "διδάσκαλός μου γενοῦ", καὶ οὐ δήπου οὐσίωσιν σημαίνει, ἀλλὰ "ἐμοὶ διδάσκαλος γενοῦ". τοιαῦτά ἐστιν καὶ τὰ λεγόμενα περὶ τοῦ σωτῆρος· "κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ἐν τῷ ποιήσαντι αὐτόν". ἀπόστολον αὐτὸν ἐποίησεν, οὐχ ἁπλῶς αὐτὸν ἐποίησεν, ἀλλὰ ἀπόστολον. καὶ ὅρα γε· ἡ οὐσία τοῦ υἱοῦ ἀίδιός ἐστιν. τὸ δὲ γενέσθαι ἀπόστολον τότε γίνεται, ὅταν ἀποστῶσίν τινες ἀπ' αὐτοῦ· πρὸς τοὺς μακρὰν γὰρ πέμπεται. καὶ θεώρει, ὅτι συνυπάρχει τὸ ἀπόστολον αὐτὸν γενέσθαι τῷ εἶναι μακράν τινας αὐτοῦ, μεμακρυνμένους αὐτοῦ. πάλιν ἀρχιερεὺς γίνεται, ὅταν ἦσαν ὑπὲρ ὧν ἱερᾶται. οὐ τότε δὲ ἡ ὑπόστασις τοῦ σωτῆρος γέγονεν, ὡς ἐκεῖνοι οἴονται, ἀλλὰ ἡ ἀρχή, ἡ ἀρχιιερωσύνη. οὕτω πάλιν καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων λέγει· "τοῦτο ἀσφαλῶς γιγνωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός". κύριος γίνεται τῶν προσφευγόντων εἰς τὸ δουλεύειν αὐτῷ. ἐὰν καὶ σήμερόν τις οὖν ἄρξηται δουλεύειν αὐτῷ, σήμερον αὐτῷ κύριος γέγονεν. καὶ ἐὰν ὑποβάλῃ τις αὐτὸν τῇ αὐτοῦ βασιλείᾳ καὶ τῇ αὐτοῦ ἱερωσύνῃ, χριστὸς αὐτῷ σήμερον γέγονεν· ὁ γὰρ χριστὸς οὐδὲν ἕτερον ἢ βασιλέα καὶ ἀρχιερέα δηλοῖ. ἀμέλει γοῦν ὁ Ἀρὼν ἐλέγετο χριστὸς κυρίου, καὶ οἱ βασιλεῖς ἐλέγοντο χριστοὶ κυρίου, καὶ περὶ αὐτοῦ τοῦ Σαούλ· "μάρτυς κύριος καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ". καὶ τοῦτο· "μὴ ἅπτεσθε τῶν χριστῶν μου". "βοηθός μου" οὖν "γενοῦ, μὴ ἀποσκορακίσῃς με"· μὴ ἀποπέμψῃς με ἀπὸ σοῦ. περί τινων λέγεται· "ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰςήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν". ὅταν ἀποστῶσιν, ἀπεσκορακίσθησαν ὧδε κἀκεῖσε φερόμενοι, οὐκέτι γνώμην ἔχοντες βεβαίαν. τὴν δὲ αἰτίαν ἡμῖν προσάπτει· "ὅτι οὐκ εἰσήκουσαν". οὐ θελητὸν αὐτῷ ἐστιν τὸ ἀπώσασθαί τινας ἀπ' αὐτοῦ. θελητὸν δὲ αὐτῷ ἐστιν τοὺς μὴ εἰσακούσαντας ἀποπέμψαι, ἵνα μὴ δόξῃ ἀρετὴν μισεῖν. καὶ ἐπεὶ οὐκ εἰσήκουσαν, "κατὰ τὸ πλῆθος τῶν ἀνομιῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε". τοῦτο τὸ ἀποσκορακισθῆναί ἐστιν. λέγουσιν δὲ καὶ ἔκ τινος ἐτυμολογεῖσθαι τὴν λέξιν ὥστε τὸ ῥίνημα τοῦ σιδήρου κόρα λέγουσιν εἶναι. ῥᾳδίως τὸ ῥί νημα οἷα κόνις