76
δοκοῦσι συντελεῖν, πολλῷ μᾶλλον ἐν τούτοις. εἰ ἐν τοῖς σαρκοβόροις τινὰ λογικὴν σοφίαν ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ καὶ πρόγνωσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἐν ἀέρι φερόμενον τὸν γύπα ---.
40,3 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 40,4a τί ἔτι ἐγὼ κρίνομαι
νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ τοῦ θεοῦ 4b ἀκούων τοιαῦτα οὐδὲν ὢν 4c ἐγώ; ἀπόκρισιν δὲ τίνα δῶ πρὸς ταῦτα; 4d χεῖρα θήσω ἐπὶ στόματί μου· 40,5 ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. τί ἔτι, φησίν, ἐγὼ κρίνομαι; ἐκ προοιμίων καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. «ἥττημαι», φησίν, «παρὰ σοὶ τὸ δικαίωμα. τί περαιτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι;»
40,6 ΕΤΙ ∆Ε ΥΠΟΛΑΒΩΝ Ο ΚΥΡΙΟΣ ΕΙΠΕ ΤΩ ΙΩΒ ΕΚ ΤΟΥ ΝΕΦΟΥΣ· 40,7a μή,
ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. 7b ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ὁρᾷς, πῶς οἱ περιουσίᾳ δικαιωμάτων θαρροῦντες οὐδὲ φεύγοντας τοὺς ἀντιδίκους ἀφιᾶσιν, ὥστε ἐκ περιουσίας γενέσθαι τὴν νίκην; 195 εἶτα αὐτῷ ἀπολογεῖται· «ὅτι μὲν μέλει μοι τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν, ὅτι τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν.» 40,8a μὴ ἀποποιοῦ μου τὸ κρίμα 8b μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἵνα φανῇς δίκαιος. ἢ τὸν παρόντα λέγει χρηματισμόν· «οὐχ ἵνα σε κατακρίνω, λέγω ταῦτα», φησίν, «ἀλλ' ἵνα δείξω δίκαιον.» ἢ περὶ τοῦ πειρασμοῦ φησιν χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστιν· «προστεταχέναι με δι' ἄλλο τι τοῦτο γενέσθαι». οὐκ εἶπεν "ἵνα γένῃ", ἀλλ' «ἵνα φανῇς, ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς». ἢ τὸν παρόντα λέγει χρηματισμόν· «διὰ τοῦτο ταῦτα εἶπον, ἵνα ταῦτα φθεγξάμενος τὰ ῥήματα φανῇς δίκαιος, οὐχ ἵνα σε κατακρίνω.» εἶτα πάλιν ἀντεξετάζει αὑτοῦ τὴν ἰσχὺν καὶ τὸ μισοπόνηρον, ὅτι «καὶ δύναμαι», φησίν, «καὶ ποιῶ καὶ τῇ δυνάμει κατὰ τῶν πονηρῶν κέχρημαι.» 40,9a ἢ βραχίων σοί ἐστιν, φησίν, κατὰ κύριον, 9b ἢ φωνῇ βροντῆς κατ' αὐτὸν βροντᾷς; «μὴ βροντᾷς σύ», φησίν, «ὡς ἐγώ;» 40,11b πάντα δὲ ὑβριστὴν ταπείνωσον, 40,12a ὑπερήφανον δὲ σβέσον. οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ καὶ τὰ ἄλλα, ἀλλὰ πρὸς θεογνωσίαν. ὅρα, δι' ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν καὶ οὐ λέγει, ὅτι "ταπεινὸς σύ", ἀλλ' ὅτι «μέγας ἐγὼ καὶ οὐ δύνασαι, ἅπερ ἐγώ». εἶτά φησιν· 40,15a ἢ παρὰ σοὶ θηρία 15b ἴσα βουσὶ χόρτον ἐσθίουσιν; τὸ γὰρ θαυμαστόν, ὅτι θηρίον οὐχ αἱμοβόρον ἐστίν. 196 εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. καὶ οὐκ ἀγνοοῦμεν, ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες. δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι καὶ τότε, εἴ τι τὸν ἀκροατὴν ὠφελεῖ καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. πάντα γὰρ πρὸς οἰκοδομὴν γινέσθω, φησίν. εἶτά φησιν· 40,20a ἐπελθὼν δὲ εἰς ὄρος ἀκρότομον 20b ἐποίησε χαρμοσύνην τετράποσιν ἐν τῷ ταρτάρῳ. τουτέστιν· ἀνένευσε τὰ θηρία πρὸς τὰ ὑψηλὰ ἀναχωρήσαντος ἐκείνου. διὰ τοῦτο μεγάλα ἐποίησε ταῦτα τὰ δύο, ἵνα μάθῃς, ὅτι δύναται πάντα τοιαῦτα ποιεῖν, ἀλλ' οὐ ποιεῖ. πρὸς γὰρ τὸ χρήσιμόν σοι πεποίηκεν. ὅρα, πῶς φυλάττει τοὺς οἰκείους νόμους· τὸ μέρος τῆς θαλάσσης, ὅπερ ἐστὶν ἄπλωτον, ταῦτα ἐπινέμεται. «τίς ἡ χρεία;» ἴσως εἴποι τις ἄν. μάλιστα μὲν ἀγνοοῦμεν τὴν ἀπόρρητον αὐτῶν χρείαν· εἰ δὲ χρή τι εἰπεῖν, ὅτι πρὸς θεογνωσίαν ἡμᾶς ἄγει. καθάπερ ἐν τοῖς ἀστράσιν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους, καὶ οἱ μὲν μείζους, οἱ δὲ μικροί, οὕτω καὶ ἐπὶ τῶν θηρίων. εἰ μεγάλα μόνα ἐποίησεν, εἶπες ἄν, ὅτι μικρὰ οὐκ ἠδύνατο. εἰ μικρὰ τὸ ἐναντίον πάλιν, εἰ ἥμερα, εἶπες ἄν, ὅτι ἄγρια οὐκ ἠδύνατο. πολλὴ ποικιλία ἐν τοῖς οὖσιν, ἐν τοῖς ἀψύχοις, ἐν τοῖς κατ' αἴσθησιν, ἐν τοῖς λογικοῖς, ἐν τοῖς ἀλόγοις. «καὶ τί τὸ ὄφελος», φῄς, «τῆς δημιουργίας ἀγνοουμένων ἡμῖν τῶν ἔργων;» οἷον ταυτὶ τὰ θηρία οἱ πολλοὶ ἀγνοοῦμεν, ἀλλ' οἱ πλέοντες τὴν θάλασσαν ἴσασι καὶ ἀπαγγέλλουσι τοῖς ἀγνοοῦσιν,