1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

76

λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.

Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ

πάντα. αʹ. Οὐδὲν οὕτως ἀνάρμοστον καὶ ἀλλότριον Χριστιανοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν· οὐδὲν οὕτω τῆς ἐπαγγελίας καὶ στρατολογίας ἀλλότριον, ὡς τὸ τῷ παρόντι προστετηκέναι βίῳ. Ὁ ∆εσπότης σου 62.276 ἐσταυρώθη, καὶ σὺ ἄνεσιν ζητεῖς; ὁ ∆εσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾷς; καὶ ποῦ ταῦτα στρατιώτου γενναίου; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Πολλοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἐπειδή τινες ἦσαν ὑποκρινόμενοι μὲν τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ζῶντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ· διὰ τοῦτο ταῦτα οὕτως ἔλεγεν. Ὁ γὰρ σταυρὸς ψυχῆς ἐστι παρατεταγμένης, θανατιώσης, οὐδὲν ἀνετὸν ἐπιζητούσης· ἐκεῖνοι δὲ ἀπεναντίας πολιτεύονται. Ὥστε κἂν λέγωσιν εἶναι τοῦ Χριστοῦ, ἀλλ' ὡς ἐχθροί εἰσι τοῦ σταυροῦ· ἦ γὰρ ἂν, εἰ τὸν σταυρὸν ἐφίλουν, ἐσπούδαζον τὸν ἐσταυρωμένον βίον ζῇν. Οὐκ ἀνεσκολοπί 62.277 σθη σου ὁ ∆εσπότης; Μίμησαι σὺ ἄλλως αὐτὸν, εἰ μὴ τὸν ἐκείνου δύνασαι τρόπον· σταύρωσον ἑαυτὸν, κἂν μηδείς σε σταυρώσῃ· σταύρωσον σεαυτὸν λέγω, οὐχ ἵνα σεαυτὸν ἀνέλῃς (μὴ γένοιτο, τοῦτο γὰρ ἀσεβὲς), ἀλλ' ὡς Παῦλος ἔλεγεν· Ἐμοὶ γὰρ, φησὶ, κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Εἰ φιλεῖς τὸν ∆εσπότην σου, τὸν θάνατον ἀπόθανε τὸν ἐκείνου· μάθε πόση τοῦ σταυροῦ ἡ ἰσχὺς, πόσα κατώρθωσε, πόσα κατορθοῖ, πῶς ἐστιν ἀσφάλεια τοῦ βίου. ∆ιὰ τούτου πάντα τελεῖται· βάπτισμα διὰ τοῦ σταυροῦ (δεῖ γὰρ ἀναλαβεῖν τὴν σφραγῖδα)· χειροτονία διὰ τοῦ σταυροῦ· κἂν ἐν ὁδοῖς ὦμεν, κἂν ἐν οἰκίᾳ, κἂν ὅπου ἄν ποτε, μέγα ἀγαθὸν ὁ σταυρὸς, σωτήριον ὅπλον, ἀσπὶς ἄμαχος, τῷ διαβόλῳ ἀντίπαλος. Τούτῳ οὖν ἐχθραίνων βαστάζεις τὸν σταυρὸν, μὴ ἁπλῶς σφραγιζόμενος, ἀλλὰ τὰ τοῦ σταυροῦ πάσχων. Οἶδε σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ μοι· τουτέστιν, ἐὰν μή τις ᾖ παρεσκευασμένος πρὸς θάνατον. Οὗτοι δὲ ἀγενεῖς ὄντες καὶ φιλόζωοι καὶ φιλοσώματοι, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσι· καὶ πᾶς, ὃς ἂν ᾖ τῆς τρυφῆς φίλος καὶ τῆς ἐνταῦθα ἀσφαλείας, ἐχθρός ἐστι τοῦ σταυροῦ, ἐν ᾧ Παῦλος καυχᾶται καὶ περιπλέκεται, ᾧ σπουδάζει συνουσιωθῆναι, ὡς ὅταν λέγῃ· Ἐγὼ ἐσταύρωμαι τῷ κόσμῳ, καὶ ὁ κόσμος ἐμοί. Νῦν δέ φησι, Καὶ κλαίων λέγω. ∆ιὰ τί; Ὅτι ἐπέτεινε τὸ κακὸν, ὅτι δακρύων ἄξιοι οἱ τοιοῦτοι. Ὄντως δακρύων ἄξιοι οἱ τρυφῶντες, τὸ μὲν περιβόλαιον, τουτέστι, τὸ σῶμα λιπαίνοντες, τῆς δὲ μελλούσης εὐθύνας διδόναι οὐδένα ποιούμενοι λόγον. Ἰδοὺ τρυφᾷς, ἰδοὺ μεθύεις, σήμερον καὶ αὔριον, καὶ δέκα ἔτη καὶ εἴκοσι καὶ τριάκοντα καὶ πεντήκοντα καὶ ἑκατὸν, ὅπερ ἀδύνατον· πλὴν ἀλλ', εἰ βούλει, θῶμεν· τί τὸ πέρας; τί τὸ κέρδος; Οὐδέν. Τὸ οὖν τοιοῦτον βίον ζῇν οὐ δακρύων ἄξιον καὶ θρήνων; Ἤγαγεν ἡμᾶς εἰς τὸ στάδιον τοῦτο ὁ Θεὸς, ἵνα στεφανώσῃ, καὶ ἡμεῖς ἄπιμεν μηδὲν ἐργασάμενοι γενναῖον. Κλαίει τοίνυν ὁ Παῦλος ἐφ' οἷς ἕτεροι γελῶσι καὶ σπαταλῶσιν· οὕτως ἐστὶ συμπαθητικὸς, οὕτω φροντίζει πάντων ἀνθρώπων. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. ∆ιὰ τοῦτό ἐστι θεὸς αὐτοῖς· τοῦτό ἐστι, Φάγωμεν καὶ πίωμεν. Ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς μὲν τὰ χρήματα, τοῖς