76
τὴν ἀπόφασιν. Καὶ ὁ μὲν ἀπορίᾳ κατεί χετο, οὔτε ἀναγινώσκειν οὔτε γινώσκειν δυνάμενος τῶν γεγραμμένων τὴν δύναμιν. Ἡ δὲ μήτηρ τὸν πολ λάκις τῷ πατρὶ τοιαύτας ἀπορίας διαλύσαντα ἦγεν εἰς μέσον τὸν ∆ανιήλ. Ὁ δὲ ἀνεγίνωσκέ τε καὶ ἡρ μήνευε, καὶ τῆς τιμωρίας τὴν αἰτίαν ἐδίδασκε, λέ γων, ὡς Ἡμεῖς δίκας ἁμαρτημάτων τίνοντες δορυά λωτοι γεγενήμεθα· καὶ ταῦτα δὲ τὰ σκεύη, ἅτε δὴ παρ' ἡμῶν ἀνατεθέντα, τῷ ἐξανδραποδίσαντι παρ έδωκεν ὁ Θεὸς, διδάσκων ἡμᾶς, ὡς οὐ δεόμενος τού των θυόντων ἠνείχετο. Ἀλλὰ μέχρι μὲν ηὐσεβοῦ μεν, ἐδέχετο ταῦτα παρ' ἡμῶν προσφερόμενα, θερα πεύειν ἡμᾶς ἐθέλων· ἡνίκα δὲ εἰς ἀσέβειαν ἐξωκεί λαμεν, καὶ τὰ προσενεχθέντα παρ' ἡμῶν ἀπέῤῥιψε δῶρα. Ἀλλὰ ταῦτα μὲν οὕτω πως ὁ σὸς πατὴρ παι δευθεὶς, ἐτίμησεν ὡς ἐνόμισεν, ἀνθρωπείας μὲν αὐ τὰ χρείας πόῤῥω πεποιηκὼς, τοῖς δὲ νομιζομένοις ἀναθεὶς θεοῖς. Σὺ δὲ οὐδὲ τὴν ὑπ' ἐκείνου γεγενημέ νην λογισάμενος τιμὴν, εἰς τὸ τῆς ἀλαζονείας ἐξ έπεσας βάραθρον, καὶ τοῖς ἱεροῖς ἐνετρύφας ἐκπώ μασι. Τούτου χάριν ὁ τούτων διδάσκει ∆εσπότης οἷον τῆς ἀλαζονείας τὸ τέλος, οὐ τῶν ἀψύχων κηδόμε νος, ἀλλὰ τῶν ἀνθρώπων προμηθούμενος, καὶ διὰ τῆς σῆς τιμωρίας πολλοῖς ἀνθρώποις εὐταξίας ὑπό θεσιν προτιθείς. Ταῦτα ὁ μὲν ἔλεγεν, ὁ δὲ νύκτωρ τὴν τιμωρίαν ἐδέχετο. Ἄθρει τοιγαροῦν, ὅπως ἁπάντων ἀνθρώπων 83.769 ἀεὶ προὐνόησε τῶν ὅλων ὁ Ποιητὴς, καὶ οὐ μόνον τῶν ἐξ Ἀβραὰμ καταγόντων τὸ γένος, ἀλλὰ πάντων τῶν ἐξ Ἀδάμ· καὶ διὰ τοῦ ἑνὸς ἔθνους, ἅπαντα ἐποδήγει πρὸς θεογνωσίαν τὰ ἔθνη. Καὶ οὐ μόνον ἡνίκα ηὐσέβει, τὴν διὰ τούτων διδασκαλίαν πᾶ σιν ἀνθρώποις προσέφερε, ἀλλὰ καὶ ὅτε τῆς παρα νομίας εἰσεπράττετο δίκας. Ἀμέλει τὸν Ναβουχοδονό σορ ἐκεῖνον, τὸν ἀλαζόνα, τὸν τύραννον, τὸν τὴν εἰ κόνα τὴν χρυσῆν ἀνορθώσαντα, τὸν προσκυνῆ σαι ταύτην πάντας κελεύσαντα, τὸν εἰπόντα· «Ἐπ άνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἐπάνω τῶν νεφελῶν ἀναβήσομαι, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, καὶ καταλήψομαι τῇ χειρὶ τὴν οἰκουμέ νην ὅλην ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ·» οὐ δι' ἀγγέλων ὁ τῶν ὅλων Θεὸς ἐπαί δευσε σωφρονεῖν, ἀλλὰ διὰ τῶν ὑπ' αὐτοῦ δορυ αλώτων γεγενημένων. Ὡς γὰρ εἶδεν ἐκεῖνος τὰ τρία μειράκια, τὴν μὲν βασιλικὴν νομοθεσίαν μὴ τελέ σαντα, τῆς δὲ φοβερᾶς ἐκείνης πυρᾶς ὡς ἀθυρμά των καταφρονήσαντα, καὶ ἐπὶ τῶν ἀνθράκων ἐκεί νων ὡς ἐπὶ ῥόδων βαδίζοντα, καὶ τοὺς τοιαύτῃ φλογὶ παραδεδομένους τὸν Θεὸν ἀνυμνοῦντας, ἐκπλήττε ται μὲν τὸ θαῦμα, καταπλήττεται δὲ τὸν τοῦ θαύματος ποιητὴν, κελεύει δὲ πᾶσι τὸν τούτων Θεὸν προσκυνεῖν, καὶ ὕψιστον αὐτὸν ὀνομάζει, καὶ τῶν ἁπάντων Θεὸν καὶ βασιλέα καλεῖ. Οὕτω τὸν Ἀσσύριον ἐκεῖνον κατ' αὐτοῦ λυττήσαντα, καὶ τοῖς μανικοῖς ἐκείνοις χρησάμενον ῥήμασιν· «Ὅτι οὐ μὴ ῥύσηται ὑμᾶς Κύριος ὁ Θεὸς ἐκ χειρός μου, καὶ ποῦ εἰσὶν οἱ θεοὶ τῶν ἐθνῶν;» τὴν οἰκείαν ἀσθένειαν ἐξεπαίδευσε, καὶ μόνον φυγεῖν κατηνάγκα σε, τὰς πολλὰς ἐκείνας χιλιάδας, ἐφ' αἷς ἐφρόνει μεγάλα, ἐν βραχείᾳ καιροῦ ῥοπῇ δι' ἑνὸς ἀγγέλου παραπέμψας θανάτῳ. Οὕτω τὸν Ἰωνᾶν Νινευΐταις μετανοίας ἀπέστειλε κήρυκα, καὶ τὸ κελευσθὲν ποιεῖν οὐ βουλόμενον, ἀλλὰ φυγεῖν ἀνοήτως ἐπιχει ρήσαντα, δεσμεῖ μὲν τοῖς κύμασι, καθάπερ δέ τινι δεσμωτηρίῳ, παραδίδωσι τῷ κήτει. Τὸ δὲ ἄλογον ἀπήγαγε τὸν λογικὸν, ἔνθα κηρύττειν ἐτάχθη. Ἐπει δὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτε λεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐναν θρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρε σθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέ ξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχό μενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται. Ἀλλ' ἴσως ἄν τις εἴποι, ὡς οὐ μόνον οὐ συνήργησαν Ἰουδαῖοι τῇ