1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

77

ἐκπέμπεται. μὴ τοιοῦτος τοίνυν γενοίμην ὥστε ἀποσκορακισθῆναι. σκεῦος χρυσοῦν εἶναι θέλω ἢ σκεῦος χαλκοῦν, οὐ μὴν τὸ ἀπορίνημα. τοῦτο δὲ ἐκπέμπεται καὶ ἀποβάλλεται. 9 καὶ μὴ ἐνκαταλίπῃς με, κύριε ὁ θεὸς ὁ σωτήρ μου. ἐπεὶ καὶ κύριός μου εἶ -δουλεύω σοι γάρ-καὶ θεός μου-ἐπεὶ τέκνον εἰμὶ τοῦ Ἀβραάμ, θεὸς δὲ εἶ "τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰχ" καὶ τῶν δηλονότι ἐξ ἐκείνων-, ὡς δοῦλος πρὸς κύριόν εἰμι, ὡς λατρεύων γνησίως πρὸς θεόν, θεραπευόμενος, ὡς σῳζόμενος πρὸς σωτῆρα. ἐπεὶ τοίνυν ταῦτά μοι πάντα γέγονας, οὐκ ἐνκαταλείπεις με. 112 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με. ῥητὸν εὐαγγελικὸν προσαφηνίσαι θέλω, ἵν' ἐξ ἐκείνου νοηθῇ τοῦτο. καὶ ἡ παλαιὰ γραφὴ καὶ τὸ εὐαγγέλιον καὶ αὐταὶ αἱ τοῦ σωτῆρος προτροπαὶ διδάσκουσιν ἀγαπᾶν πατέρα καὶ μητέρα. ἄκουε· ἐάν τις μισῇ πατέρα, οὐχ ὡς πατέρα μισεῖ αὐτόν, ἀλλὰ ὡς ἀσεβῆ, καὶ μισεῖ αὐτὸν οὐχ ᾗ πατήρ ἐστιν, ἀλλ' ᾗ ἀσεβής ἐστιν. καὶ ὁ ἀγαπῶν πατέρα, διὰ τοῦτο ἀγαπᾷ αὐτόν, ὅτι ἀληθῶς απατηρη ὅταν οὕτως ἐκτρέφῃ φόβῳ καὶ νουθεσίᾳ, ὅταν ὡς δίκαιος ἐκτρέφῃ. "καλῶς" δὲ "ἐκτρέ φει πατὴρ δίκαιος". εἶπον οὖν ὅτι σχεδὸν πᾶσαι αἱ γραφαὶ περὶ τιμῆς γονέων διαγορεύουσιν καὶ κολάζουσιν τοὺς λιποτάκτας· "ὁ κακολογῶν πατέρα ἢ μητέρα τελευτήσει θανάτῳ". λοιπὸν οὖν ἄκουε· "ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος". καίτοι "τίμα τοὺς γονεῖς καὶ φίλει πατέρα καὶ μητέρα", ἀλλ' ὅταν ὑπὲρ τὸν θεόν, διαβάλλεται· προκειμένου γὰρ ὁμολογῆσαι τὴν ἀλήθειαν ἐπηρτημένου διωγμοῦ, καὶ ὅταν λέγῃ· "διὰ τὸ γῆρας τοῦ πατρὸς καὶ τῆς μητρὸς οὐ βούλομαι ἀποθανεῖν", καὶ προδοῖ, ὑπὲρ τὸν θεὸν τοὺς γονέας ἠγάπησεν, προέκρινεν τὴν πρὸς τοὺς γονέας διάθεσιν τῆς πρὸς θεὸν εὐσεβείας. καὶ τοῦτό ἐστιν ὃ διαβάλλεται. ἐν τῷ εὐαγγελίῳ γοῦν ὁ σωτὴρ λέγει· "στραφείς", φησίν, "ὁ Ἰησοῦς εἶπεν τοῖς ὄχλοις· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐὰν μή τις μισήσῃ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τοὺς ἀδελφοὺς καὶ τὰ τέκνα, οὐ δύναταί μου εἶναι μαθητής". ἂν τιμὴν̣ περὶ γονέων ἐνομοθέτησας καὶ ἄθλους μοι μεγάλους ὑπέσχου λέγων ὅτι· "τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς", πῶς νῦν λέγεις ὅτι· "εἰ μὴ μισήσῃ τις τὸν πατέρα καὶ τὴν μητέρα, οὐ δύναταί μοι ἀκολουθῆσαι"; τὸ μῖσος ὧδε ἑτέρως λέγεται τὸ μὴ προκρῖναί τι τοῦ θεοῦ. προκειμένου τοῦ θεὸν ἀγαπῆσαι μάλιστα ἐν καιρῷ ἀγῶνος, ἐν καιρῷ διωγμοῦ, προκριτέα ἐστὶν πάντων ἡ τοῦ θεοῦ ἀγάπη. ἐὰν ἀνθέλκῃ γονεὺς ἢ γῆρας γονέως, "προτίμησον τὸν θεόν, ἐπεὶ οὐ δύνῃ ἀκολουθῆσαι ἐμοί". τὸ μισῆσαι οὖν τὸν πατέρα καὶ τὴν μητέρα οὐκ ἐκεῖνο τὸ μῖσος σημαίνει, καθ' ὃ προβαλλόμεθα καὶ βδελυσσόμεθα, ἀλλὰ κατὰ τὸ μὴ προκρίνειν αὐτοὺς τοῦ θεοῦ. οὕτω καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, οὕτω τοὺς ἀδελφούς. "ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν μισήσει", λέγει. τὴν ἑαυτοῦ ψυχὴν μισεῖ δὲ ὁ θάνατον ὑφιστάμενος ὑπὲρ μαρτυρίου, ἀλλ' ἕνεκα τοῦ σωτῆρος· θεώρει γὰρ τί λέγει· ὁ μισῶν πατέρα "ἕνεκεν ἐμοῦ", οὐ καθάπαξ. πάντων προκριτέος ἐστὶν ὁ σωτήρ. ὥσπερ οὖν τις μισεῖ καὶ μητέρα ἕνεκεν τοῦ σωτῆρος. τὸ μῖσος τοῦτο οὐ διαβολὴν φέρει. ὁ οὕτω μισήσας τοὺς γονέας διὰ τὸν σωτῆρα ἐνκαταλείπεται ὑπ' αὐτῶν. διὸ λέγει· "ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με". τὴν ἐνκατάλειψιν 1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ ∆αυίδ. --------------- ------------- ---------------------------- κατὰ ἀμφότερα καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἀνάστασις γίνεται· "ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός". ὧδε νεκρός ἐστιν ὁ ἁμαρτάνων· "ψυχὴ" γὰρ "ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται"· καί· "ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον" τῷ ἁμαρτάνοντι. τοῦτον οὖν διεγείρει εἰς τὴν ζωὴν τὴν πρὸ τῆς πτώσεως· αὕτη γὰρ ἦν ἡ σὺν ἀρετῇ. οὕτω καὶ ἐν Ἰηρεμίᾳ