1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

77

δὲ ἡ κοιλία ὁ θεός. Οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, καὶ ἐκείνων χείρους; Καὶ ἡ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τινὲς τὴν περιτομήν φασι δηλοῦν διὰ τούτου· ἐγὼ δὲ οὐ τοῦτό φημι, ἀλλὰ τοῦτό ἐστιν· Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις σεμνύνονται. Τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· Τίνα οὖν μισθὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; ∆εινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν· ὅταν μέντοι τις καὶ ἐγκαλλωπίζηται, ὑπερβολὴ ἀναισθησίας. Ἆρα περὶ ἐκείνων μόνον ταῦτα εἴρηται, οἱ δὲ παρόντες ἡμῖν ἐνταῦθα ἐξέφυγον τὸ ἔγκλημα; καὶ οὐδείς ἐστιν ὑπεύθυνος τούτῳ; οὐδὲ Θεὸν ἔχει τὴν κοιλίαν; οὐδὲ τὴν δόξαν ἐν τῇ αἰσχύνῃ; Βούλομαι, καὶ σφόδρα βούλομαι μηδὲν τούτων εἶναι πρὸς ἡμᾶς, μηδὲ εἰδέναι τινὰ ἔνοχον τοῖς λεγομένοις· δέδοικα δὲ μὴ πρὸς 62.278 ἡμᾶς μᾶλλον, ἢ τοὺς τότε λέγηται. Ὅταν γὰρ πάντα τὸν βίον ἐν πότοις καὶ κώμοις ἀναλίσκῃ τις, καὶ εἰς μὲν πένητας ὀλίγα τινὰ δαπανᾷ, τὸ δὲ πλέον ἀναλίσκῃ εἰς τὴν κοιλίαν, οὐκ εἰκότως καὶ περὶ αὐτοῦ λεχθήσεται; βʹ. Οὐδὲν ἐντρεπτικώτερον τῆς λέξεως, οὐδὲν πληκτικώτερον, Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τίνες οὗτοί εἰσιν; Οἱ ἐπίγεια φρονοῦντες, οἱ λέγοντες· Οἰκοδομήσωμεν οἰκίας. Ποῦ; Ἐν τῇ γῇ, φησί· κτησώμεθα ἀγροὺς, ἐν τῇ γῇ πάλιν· ἐπιτύχωμεν ἀρχῆς, πάλιν ἐν τῇ γῇ· τύχωμεν δόξης, πάλιν ἐν τῇ γῇ· πλουτήσωμεν, πάντα ἐν τῇ γῇ. Οὗτοί εἰσιν ὧν ὁ θεὸς ἡ κοιλία. Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ' ἐνταῦθα πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν θεὸν ἔχουσι, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Εἶτα σὺ μὲν περὶ τοῦ σώματος ἀλγεῖς, ὅτι γήϊνόν ἐστι, καίτοι τοῦτό σε οὐδὲν παραβλάπτει εἰς ἀρετῆς λόγον· τὴν δὲ ψυχὴν εἰς γῆν κατασπῶν τῇ τρυφῇ, καὶ μηδένα λόγον τούτου ποιῶν, γελᾷς, εἰπέ μοι, καὶ διακέχυσαι; καὶ ποίας τεύξῃ συγγνώμης διακείμενος ἀναλγήτως, δέον καὶ τὸ σῶμα ποιῆσαι πνευματικόν; ἔξεστι γὰρ, ἂν θέλῃς. Κοιλίαν ἔλαβες, ἵνα τρέφῃς, οὐχ ἵνα διασπᾷς· ἵνα κρατῇς αὐτῆς, οὐχ ἵνα δέσποιναν ἔχῃς· ἵνα σοι ὑπηρετῇ πρὸς τὴν τῶν λοιπῶν μορίων διατροφὴν, οὐχ ἵνα σὺ αὐτῇ ὑπηρετῇς, οὐχ ἵνα τοὺς ὅρους ἐκβαίνῃς. Οὐ τοσαῦτα κακὰ ἐργάζεται ἡ θάλασσα τοὺς ὅρους ὑπερβαίνουσα, ὅσα ἡ γαστὴρ τὸ σῶμα τὸ ἡμέτερον μετὰ τῆς ψυχῆς· πᾶσαν ἐπικλύζει τὴν οἰκουμένην ἐκείνη, καὶ αὕτη ἅπαν τὸ σῶμα. Θὲς αὐτῇ ὅρον τὴν αὐτάρκειαν, καθὼς Θεὸς ἔθετο τῇ θαλάσσῃ τὴν ἄμμον· κἂν κυμαίνῃ, κἂν ἀγριαίνῃ, ἐπιτίμα αὐτῇ τῇ δυνάμει τῇ οὔσῃ ἐν σοί. Ὅρα πῶς λόγῳ σε ἐτίμησεν ὁ Θεὸς, ἵνα αὐτὸν μιμῇ· σὺ δὲ οὐ θέλεις, ἀλλ' ὁρῶν αὐτὴν ὑπερβλύζουσαν, καὶ πᾶσαν διαφθείρουσαν τὴν φύσιν, καὶ λιμνάζουσαν, οὐ τολμᾷς κατασχεῖν οὐδὲ σωφρονίσαι. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Ἴδωμεν πῶς Παῦλος ἐδούλευσε τῷ Θεῷ· ἴδωμεν πῶς καὶ οἱ γαστρίμαργοι τῇ κοιλίᾳ. Οὐχὶ μυρίους ὑπομένουσιν οὗτοι θανάτους; οὐχ, ἅπερ ἂν προστάττῃ, δεδοίκασι παρακοῦσαι; οὐχὶ τὰ ἀδύνατα διακονοῦνται αὐτῇ; Οὐχὶ ἀνδραπόδων χείρους εἰσίν; Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος· διὸ καὶ ἔλεγεν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐνταῦθα ζητῶμεν ἄνεσιν· ἐκεῖ θελήσωμεν γενέσθαι λαμπροὶ, ἔνθα καὶ πολιτευόμεθα. Ἐξ οὗ καὶ Σωτῆρα, φησὶν, ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Κατὰ μικρὸν ἀνήγαγεν ἡμᾶς· ἀπ' οὐρανοῦ, φησὶν, ὁ ἡμέτερος Σωτήρ· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς. Ὃς μετασχηματίσει τὸ σῶμα, φησὶ, τῆς ταπεινώσεως ἡμῶν. Πολλὰ πάσχει νῦν τὸ ἡμέτερον σῶμα, δεσμεῖται, μαστίζεται, μυρία πάσχει δεινά· ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθε. Τοῦτο γοῦν