1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

77

τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν ἐναλλαγὴν αὐτῶν καὶ τὴν μεταποίησιν ὁ λόγος αἰνίττεται. οἱ γὰρ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, κατὰ τὸν θεσπέσιον Πέτρον καὶ κατὰ τὸν προφήτην ὅς φησι καταρχὰς τὴν γῆν σου, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, εἰκότως τὴν παρέλευσιν καὶ τὴν ἀπώλειαν. ἅτινα τὴν ἐναλλαγὴν αὐτῶν διασημαίνει, φυγὴν ἐκάλεσεν ἡ ἀποκάλυψις ὡς μὴ εὑρίσκεσθαι τόπον αὐτοῖς· ποῦ γὰρ καὶ εὑρεθείη ἣν ἀπέβαλον φθοράν; νῦν μὲν οὖν τὴν ἐναλλαγὴν αὐτῶν εἴρηκε, μικρὸν δὲ προϊὼν ὅτι καὶ καινοὶ ἔσονται λέγει. καὶ εἶδόν φησι νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου. μεγάλους μὲν τοὺς δικαίους φησίν, οὐ τῷ σωματικῷ μεγέθει μεγάλους αὐτοὺς καλέσας, ἀλλὰ τῇ δόξῃ καὶ τῇ λαμπρότητι τῆς ἀρετῆς, μικροὺς δέ γε τοὺς ἁμαρτωλοὺς ὡς οὐδαμινοὺς διὰ τὴν ταπεινότητα καὶ τὸ εὐτελές. καὶ βίβλοι ἀνεῴχθησαν· καὶ ἄλλο βιβλίον ἀνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ πλατείαν εἶναι καὶ εὐρύχωρον τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν ἀπώλειαν, καὶ πολλοὺς πορεύεσθαι ἐν αὐτῇ· στενὴν δὲ καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, καὶ ὀλί 228 γους εἶναι οὐ μόνον τοὺς περιπατοῦντας ἐν αὐτῇ, ἀλλὰ καὶ τοὺς εὑρίσκοντας αὐτήν. διὰ τοῦτο βίβλους εἶδε πολλὰς καὶ μίαν· πολλὰς μὲν ἐν αἷς εἰσι πάντες οἱ ἄνθρωποι γεγραμμένοι διὰ τὸ πλῆθος τῶν ἐγκειμένων, μίαν δὲ τῆς ζωῆς, ἐν ᾗ εἰσιν οἱ τῶν ἄλλων ἐξειλεγμένοι καὶ οἷον ἄμωμοι τῇ ἀρετῇ καὶ πᾶσαν τὴν τραχείαν καὶ ἀνάντη τῆς ἀρετῆς ὁδὸν ὁδεύοντες. καὶ ἕκαστός φησι τῶν ἐν τοῖς βίβλοις ἐκρίθη τῶν οἰκείων πράξεων ἐπαξίως. ἐν δὲ τῇ ἀρχῇ τοῦ ἕκτου λόγου καὶ ἄλλου βιβλίου μέμνηται, ὅπερ βιβλιδάριον καλεῖ. νῦν δὲ βίβλον καὶ βιβλίον ζωῆς, ὡς εἶναι τρεῖς διαφοράς· βιβλιδάριον μέν φησιν, ἐν ᾧ εἰσιν οἱ λίαν ἀσεβεῖς κατὰ τὰ ἐκεῖ νενοημένα· βίβλον δὲ ζωῆς, ἐν ᾗ οἱ λίαν εὐσεβεῖς καὶ δίκαιοι· βίβλοι δέ, ἐν αἷς οἱ πάντες ἄνθρωποι μέσοι πως τυγχάνοντες κακίας καὶ ἀρετῆς, εἰπὼν δὲ τὰ περὶ τῆς ἀναστάσεως· τὸ γὰρ εἰπεῖν καὶ εἶδον τοὺς νεκροὺς ἐνώπιον τοῦ θρόνου ἀπολαμβάνοντας καὶ κρινομένους κατὰ τὰ ἔργα αὐτῶν, τὴν ἀνάστασίν ἐστιν εἰπεῖν. ἀναστάντας γὰρ τοὺς νεκροὺς εἶδεν τὴν ἀντιμισθίαν ἀπολαμβάνοντας καὶ λοιπὸν ἐπιδιηγεῖται ποίῳ τρόπῳ ἡ ἀνάστασις γέγονε· ναί φησιν· ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ Ἅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθη σαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. καὶ ὁ θάνατος καὶ ὁ Ἅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρὸς ... καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λί μνην τοῦ πυρός. καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασ μένην, ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 229 ὅσοι τῇ τῶν σωμάτων ἀπιστοῦσιν ἀναστάσει, καταμειδιῶσιν ἡμῶν τε καὶ τοῦ ἡμετέρου δόγματος τοῦ λέγοντος, ταῦτα τὰ σώματα πάλιν ἀνίστασθαι, ὡς οὐ μόνον δυσχεροῦς τούτου τυγχάνοντος, ἀλλὰ καὶ παντάπασιν ἀδυνάτου. καί φασιν ἕκαστον τῶν ἐπὶ γῆς σωμάτων ἐκ τῶν τεσσάρων συνεστάναι στοιχείων, πυρός, ὕδατος, γῆς, ἀέρος· τὰ δέ γε τῷ θανάτῳ διαλυθέντα σώματα εἰς ἐκεῖνα χωρεῖν ἐξ ὧν καὶ συνέστη τὴν ἀρχήν. οἷον τὸ μὲν πυρῶδες τὸ ἐν ἡμῖν εἰς τὸ συγγενὲς καὶ καθόλου πῦρ· τὸ δὲ ὑδατῶδες εἰς τὸ ὕδωρ· καὶ ἡ ἑτέρα συζυγία πρὸς τὰ οἰκεῖα. ἀνακραθέντων οὖν τούτων καὶ συγχυθέντων ταῖς οἰκείαις οὐσίαις, πῶς ἔνεστι τὸ τῇ συγκρίσει ἀδιάκριτον γεγονός, αὖθις ἑκάστῳ τῶν ὡς ὑμεῖς φατε σωμάτων ἀποδοθῆναι, πλὴν εἰ μὴ ἕτερα ἀνθ' ἑτεροίων ἀνίσασθαι φαίητε; πρὸς οὓς ἄν τις εἴποι τὸ τῆς θείας γραφῆς· πλανᾶσθε, ὦ ἄνθρωποι, μὴ εἰδότες τὴν δύναμιν τοῦ Θεοῦ, οὗ τῷ θελήματι οὐσιώθη τὸ πᾶν, οὗ τὸ βουληθῆναι μόνον ἔργον ἐστὶ συντετελεσμένον, καθὼς καὶ πρόσθεν εἴρηται. τί γάρ ἐστι ῥάδιον ἐκ τοῦ μὴ ὄντος