1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

78

λέγεται· "μήτι ὁ πεσὼν οὐκ ἀνίσταται"; γίνεται δὲ καὶ τοῦ σώματος ἀνάστασις· οὐ γὰρ ἡ πλάσις αὐτοῦ πτῶσις η, ἀλλὰ ἡ μετὰ τὴν πλάσιν φθορά. διὰ τοῦτο οὖν καὶ αὐτὸ ἀνίσταται. καὶ καθόλου γε τοῦτο λέγομεν· ἡγεῖται τὰ καλὰ τῶν κακῶν. ἀμέλει γοῦν καὶ ἡ κακοτεχν̣ία μετὰ τὴν τέχνην ἐστίν, καὶ τὸ σφάλμα μετὰ τὸ ὀρθόν, καὶ ἡ παρακοὴ μετὰ τὸν νόμον· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ παρ̣α̣κοὴ ἢ παράβασις ἐντολῆς. καὶ πάλιν τὸ "3παρὰ"3 λεγόμενον ἀεὶ ψέγεται· "3παρανοεῖ"3, "3παραβλέπει"3, "3παρ̣αβαίνει"3. πρώτη οὖν ἐστιν ἡ ἀρετή· θεώρει γάρ, ποῦ νεύει ὁ λόγος· γέγονεν τὸ λογικόν, ἵνα ἀρετὴν ἔχῃ· οὐδὲ γὰρ γέγονεν, ἵν̣α κα̣κίαν ἔχῃ, ἐπεὶ αὐτὴ ἦν ἡ ἀρετὴ ἡ κακία, καὶ ἀπόπτωσις αὐτῆς ἡ ἀρετή. ὅσον οὖν ἧκεν εἰς τὴν ἔνυλον ζ̣ωήν̣, σχεδὸν πάντες ἀπὸ ἁμαρτίας ἄρχονται. καὶ ἐὰν τοῦτο δοθῇ, ὅτι οὐδέ ποτε ἔζησεν ἡ ψυχὴ πρὸ τῆς ἐν̣ύλου ζωῆς, ἀπὸ κακίας ἤρξατο τὰ πράγματα, καὶ οὔκ ἐστιν ἁμαρτία ἡ ἁμαρτία, ἀλλὰ μᾶλλον ἡ ἀρε̣τή· οὐδεὶς γὰρ τὸ κατὰ φύσιν ἐνεργῶν καὶ τὸ οἰκεῖον ἁμαρτάνειν λέγεται. οἱ τὰς τέχνας οὖν μετιόντες καὶ κατ' αὐτὰς ἐνεργοῦντες ὅτε τὰ οἰκεῖα τῇ τέχνῃ ποιοῦσιν, οὐ λέγονται παρανοεῖν, οὐ λέγονται παραβαίνειν. γέγονεν οὖν οἰκοδομὴ τοῦ οἴκου τοῦ πεσόντος καὶ ἐπιστροφὴ τῆς αἰχμαλωσίας. κατὰ πρότερον θεώρημα λέγομεν, ὅτι τὸ αὐτό ἐστιν τὸ οἰκοῦν καὶ οἶκος. δύναται δὲ καὶ οὕτω, ἵνα καθολικώτερον λάβῃς· τὸ ἄθροισμα τῶν πιστῶν, ἡ ἐκκλησία, ὁ οἶκός ἐστιν· "ἵν' εἰδῇς πῶς δεῖται ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι"· καί· "ἠγάπησα εὐπρέπειαν οἴκου σου". οἱ οἰκοῦντες δὲ οὗτοι οἱ πιστοί, οἱ κατὰ ἀρετὴν πολιτευόμενοι. ἐὰν δὲ ἡ ψυχὴ ᾖν ὁ οἶκος, οἱ λογισμοὶ οἱ σπουδαῖοι, οἱ συνφυεῖς αὐτῇ, οἱ οἰκοῦντές εἰσιν. ἅμα δὲ γίνεται καὶ ἡ οἰκοδομὴ καὶ ὁ ἐνκαινισμός. ἀνακαινισμὸς δέ ἐστιν τότε, ὅταν οἱ πρότερον ἔξω αὐτοῦ γεγενημένοι λάβωσιν πάλιν τὴν ἐν αὐτῷ οἴκησιν. "ψαλμὸς ᾠδῆς". ἐλέγομεν ὅτε ἠρξάμεθα τοῦ εἰκοστοῦ ψαλμοῦ, ὅτι εἰσὶν ψαλμοί, εἰσὶν ᾠδαί, εἰσὶν ψαλμοὶ ᾠδαὶ καὶ ᾠδαὶ ψαλμοί. καὶ ἔλεγον, ὅτι τὴν πρᾶξιν σημαίνει ὁ ψαλμός. ὄργανον δὲ κρούει ὁ ψάλλων τὸ λεγόμενον ψαλτήριον. δυνατὸν δὲ ᾄδειν καὶ ἄνευ ψαλτηρίου· ὁ θεωρίᾳ γὰρ χρώμενος μόνῃ-τὸ νοῆσαι θεόν, τὸ γνῶναι τὴν ἀλήθειαν καὶ μετασχεῖν αὐτῆς, ἵνα αὐτὸ κατ' αὐτὸ λάβῃς, ἐπεὶ ἔχει πάντως ᾀδομένην τὴν πρᾶξιν, τὅτε τις, φέρε, θεωρεῖ καὶ ἐπιστημονικῶς ἐπιβάλλει, τί ἐστιν γνῶσις, τί ἐστιν "μυστήριον βασιλείας", οὗτος ᾄδει. πάλιν ὅσοι πράττουσιν καὶ αὐτὸ τοῦτο μόνον μέχρι τοῦ πρᾶξαι ἵστανται, ψάλλουσιν· ὡς ἐλέγομεν καὶ περὶ τῶν κριῶν, ὅτι βίον εὔτονον ἔχουσιν, οὐκ ἀναγομένων δὲ οὐδὲ ὃν ἔχουσιν βίον οὐδὲ τὰ καθέκαστα ἔργα τοῦ βίου. ἐκεῖνος ψάλλει. ὁ δὲ καὶ ψάλλων καὶ πράττων καὶ ᾄδων καὶ θεωρῶν ἐὰν μὲν ἀπὸ τοῦ πράττειν ἄρξηται, ψαλμὸς ᾠδῆς ἐστίν, ἐὰν δὲ ἀπὸ τοῦ θεωρεῖν, ᾠδὴ ψαλμοῦ. ὁρῶμεν δὲ ταῦτα γινόμενα· πολλάκις τινὲς θεωρεῖν βουλόμενοι ἐπιστάνουσιν ταῖς ἀρεταῖς 130 καὶ τοῖς ἔργοις αὐτῶν καὶ ἐξ αὐτοῦ τοῦ ἐπιστάνειν τὸ δυνατὸν τοῦ κατορθῶσαι λαβόντες ἔρχονται ἐπὶ τὸ πράττειν. γέγονεν ᾠδὴ ψαλμοῦ. ἡ ᾠδὴ ἡγεῖτο, ἡ θεωρία. "ἐπιθυμήσας σοφίας διατήρησον ἐντολάς"· ὁ ἐπίθυμος ᾖδεν· διετήρησεν ἐντολάς, ἔψαλεν· καὶ πάλιν ψάλας ἔχει χορηγουμένην αὐτήν. συμβαίνει οὖν ποτε ἀπὸ τῆς ᾠδῆς ἄρξασθαι καὶ διαδέξασθαι τὸν ψαλμόν, καὶ ὁ πάλιν ὁ ψαλμὸς ὁδοποιήσας τῇ ψυχῇ πάλιν ῳ᾿̣δὴν φέρει. ἐὰν οὖν ἡ ἀρχὴ καὶ ἐπίνοια τῆς ἀρχῆς ἀπὸ ἔργου γένη ται τέχνης, ψαλμὸς ᾠδῆς ἐστιν· ὅταν δὲ ἀπὸ τῆς θεωρίας ἀρξάμ̣ενός τις ἔρωτα λάβῃ τοῦ κατὰ ἀρετὴν ζῆν, ᾠδὴ ψαλμοῦ ἐστιν. ἔδει οὖν ὑπὲρ τοῦ ἐνκαινισμοῦ τοῦ οἴκ̣ου οὕτως χορεύειν τὸν εἰσαγόμενον εἰς τὸ ἐνκαινίσαι τὸν οἶκον. ἀντακολουθία αὕτη λε´̣γεται. ἐστὶν δὲ ἀκολούθησις, ὅταν τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθῇ καὶ μὴ ἀντιστρέφῃ. ἐὰν δὲ ἀκολούθησις ἀντιστρέφῃ, ὡς γίνεσθαι τὸ πρότερον ἡγούμενον ἑπόμενον καὶ τὸ ἑπόυμενον ἡγούμενον, ἀντ̣ακολουθία ἐστίν. τὸ γοῦν "τῷ ∆αυίδ", τούτῳ τῷ κατορθώσαντι, ᾧ ἡ νίκη καὶ ὁ ὕμνος ἀναφέρ̣εται, ἢ