78
Ὅταν ἀποδυσώμεθα τὰ πάθη, τότε τὴν τελείαν γνῶσιν ληψόμεθα. Μὴ μιμήσησθε τὸν Ἀδὰμ, ὃς τῶν ἀπηγορευμένων καρπῶν κατετόλμησε· μὴ ἅψησθε τῶν κεκρυμμένων, ἀλλὰ τῷ προσήκοντι καιρῷ τὴν τούτων καταλείψατε γνῶσιν. Πείσθητε τῷ σοφῷ λέγοντι· «Μὴ εἴπῃς; Τί τοῦτο; εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν ἐγένετο.» Πανταχόθεν οὖν ὕμνων ἀφορμὰς ἐρανισάμενοι, καὶ μίαν ὑμνῳδίαν κεράσαντες, προσενέγκατε μεθ' ἡμῶν τῷ Ποιητῇ, καὶ ἀγαθοδότῃ, καὶ Σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ Θεῷ ἡμῶν. Αὐτῷ ἡ δόξα, καὶ ἡ προσκύνησις, καὶ μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.