1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

80

ἐμακρύνθη μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν"; μακράν μου ἦν, καὶ ὅτε ἠθέλησα αὐτὴν δέξασθαι, μακράν μου γέγονεν ὑπὲρ ὃ ἦν πρότερον. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν· "βαθὺ βάθος, τίς εὑρήσει αὐτήν"; τὸ "3τίς εὑρήσει"3 δύναται ὅτι "3οὐδείς"3. τὸ δὲ "3τίς"3 τὸ σπάνιον 2 καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί. πολλοὶ ἐχθροὶ ἐπίκεινταί μοι βουλόμενοί με βλάψαι. ἔλεγον δέ, ὅτι κοινῶς ταῦτα καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγεται καὶ τῶν μιμουμένων αὐτόν. καὶ οἱ ἅγιοι ἐχθροὺς ἔσχον καὶ ὁ σωτὴρ ἔσχεν ἐχθρούς. οὐδεὶς δὲ ὅλως προσπελάσαι αὐτῷ δύναται κατὰ τὴν θεότητα, ἵνα καὶ βλάψαι αὐτὸν πειραθῇ. ἐχθρῶν δέ ἐστιν συνεγγίζειν οὐκ ἄλλου χάριν ἢ τοῦ βλάψαι. καὶ ἐκ προσώπου οὖν τοῦ Ἰησοῦ λέγεται κατὰ τὸν ἄνθρωπον καὶ παντὸς μιμουμένου καὶ μέλους αὐτοῦ γινομένου· "ὅτι ὑπέλαβές με"· εἰ μὴ γὰρ ἦς ὑπολαβών, εὐφραίνοντο οἱ ἐχθροί μου ὑπὸ χεῖράν με λαβόντες, καὶ οὐχ ὕψουν σε. δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος οὐκέτι διαιρούντων ἡμῶν καὶ λεγόντων καθὸ θεὸς λόγος ἢ καθὸ ἄνθρωπος, ὡς ἀρτίως ἔλεγον περὶ τοῦ ἐπιστήμονος. "ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με"· ὑπέλαβές με δούς μοι ἐκείνους, ὑπὲρ ὧν ἦλ 132 θον. "ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ θεός". "δώσω σοι ἔθνη τὴν κληρονομίαν σου". τοῦτο ὥσπερ ἆθλον ἴδιον καὶ ὠφελίαν ἰδίαν ἡγεῖται ὁ σωτήρ· διὸ "οὐκ ηὔφρανας τοὺς ἐχθρούς μ̣ου̣"· ἀποσπασθέντων γὰρ τῶν αἰχμαλώτων δι' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ καὶ ὑπὲρ τῶν κρατησάντων ὑψῶ σε μ̣ὲν ἐγώ, ἐκεῖνοι δὲ οὐκ εὐφραίνονται. 3 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. ἐπακουσθέντος ἐστὶν ἡ φωνή· εἰ γὰρ περὶ ἰάσεως ἐκέκραξεν, καὶ ἔσχεν ἤδη, ὃ ἐπόθει. "ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι". οὔπω ἦν ἰαθείς· ἐξομολογούμενος γάρ ἐστιν καὶ μεταν̣οῶν ὁ τοῦτο λέγων. τὸ δὲ πρόσωπον τοῦ σωτῆρος οὕτω λέγει· "ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με"· μώλω̣πα ἀνεδεξάμην, θεραπευτικὸν καὶ ἰατικὸν "πάσης νόσου καὶ μαλακίας". διὰ τί οὖν ἔσχον τὸν μώλωπα̣; ἵνα αὐτὸς φάρμακον γένηται τῶν τρωθέντων. τότε δὲ ἴασις ἐμοῦ γίνεται, ὅταν ὁ μώλωψ ἄλλους̣ θεραπεύσῃ ὄντας μου σῶμα. "κύριε" οὖν "ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με". ἐὰν ἕκαστος τῶν δικαίω̣ν τοῦτο λέγῃ, ἀκούσεται ὑπὸ τοῦ πρὸς ὃν ἔκραζεν. "ἔτι σου λαλοῦντος ἐρῶ Ἰδοὺ πάρειμι". τὸ "ἐρῶ Ἰδοὺ πάρειμι"· δεικνὺς τὸ ἔργον ὑπὲρ οὗ ἀξιοῖς, παρών σοι εὑρίσκομαι· οὐ φθάνει γὰρ ἡ εὐχή σου τὴν ἐμὴν δόσιν, ἀλλὰ ἅμα γίνεται· ηὖξαι, ἔχεις τὸ πρᾶγμα. λάβωμεν παραδείγματα ἀπὸ τῶν γραφῶν· προςῆλθεν λεπρὸς τῷ σωτῆρι λέγει λέγων· "ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι". λέγει· "θέλω, καταρίσθητι"· καὶ γέγονεν τὸ καθάρσιον ὡς μὴ ἔχειν διαστεῖλαι. τῇ ἐπινοίᾳ μόνῃ πρότερον ἡ ἀξίωσις γέγονεν ἢ τὸ καθάρσιον, οὐ χρόνῳ πρότερόν ἐστιν. πάλιν· "θέλεις ὑγιὴς γενέσθαι"; εὐθέως· "ἔγειρε, ἆρον τὸν κράβακτόν σου καὶ περιπάτει". καὶ οὐ δεύτερον τὸ ἔργον τῆς προστάξεως Ἰησοῦ γέγονεν. οἶδας, ὅτι ἡ ἔνφασις ἡ καθοπτρικὴ μιμεῖται τὴν ἔνφασιν, καὶ οὐκ ἔστιν εἰπεῖν, ποῖον πρῶτον, ἀλλ' ἐπινοίᾳ. 4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἰασάμενός με ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ῥηθείη ἂν περὶ τοῦ Ἰησοῦ τοῦτο· ἐπεὶ μώλωπα ἔσχον καὶ ἐτραυματίσθην διὰ τὰς ἁμαρτίας τινῶν-ἴσως δὲ οἱ τὰς ἁμαρτίας ἔχοντες ἐν ᾅδῃ-, κατῆλθον ἐκεῖ, ἵνα πλησιάσας ὁ μώλωψ μου ἰάσηται ἐκείνους. ἡ ἴασις δὲ τὸ ἀναχθῆναί ἐστιν τὴν ψυχήν μου ἐκεῖθεν. γέγονα ἐκεῖ οὐχ ἵνα μείνω ἐγώ, ἀλλ' οὐδὲ ἵνα ἁπλῶς ἀπέλθω καὶ ἔλθω, ἀλλ' ἵνα ἀναγάγω τοὺς ἐκεῖ. "θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν ἐκήρυξεν" τὸ κήρυγμα, ἀνήγαγεν. καὶ δι' αὐτὰς κατῆλθεν ἐκεῖ, καὶ δι' αὐτὰς ἀναβαίνειν λέγει· ἀπῆλθεν γὰρ ἀναγαγεῖν. μὴ ἀναβαινουσῶν αὐτῶν οὐκ ἂν ἀνέβαινεν ἐκεῖ· οὐδὲ γὰρ δι' ἑαυτὸν κατέβη ἢ ἀναβαίνει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ἡ ψυχὴ ἡ τῷ ὄντι λογικὴ ἡμετέρα ἐστίν. ὡς λέγεταί τις ἄνθρωπος θεοῦ, καὶ