1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

80

αὐτὸς ἔρχηται ἐπὶ τῶν νεφελῶν. Πιστεύσατέ μοι, ὑπὸ τῆς ὀδύνης τῆς κατεχούσης μου τὴν ψυχὴν τῷ διηγήματι τούτῳ οὐδὲ ἐξανύσαι τὸν λόγον δύναμαι. Ἐννοήσωμεν πόσης ἀποστερούμεθα δόξης, ἐξὸν μὴ ἀποστερηθῆναι. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι κύριοι ὄντες τοῦ μὴ ταῦτα παθεῖν, πάσχομεν. Ὅταν γὰρ τοὺς μὲν δέχηται καὶ ἀπάγῃ πρὸς τὸν Πατέρα εἰς τοὺς οὐρανοὺς, τοὺς δὲ ἀφιῇ, καὶ λαβόντες ἄγγελοί τινες ἕλκωσιν ἄκοντας καὶ δεδακρυμένους καὶ κάτω νεύοντας ἐπὶ τὸ τῆς γεέννης πῦρ, πρῶτον παραδειγματισθέντας ἐπὶ τῆς οἰκουμένης ἁπάσης, πόσην οἴει τὴν ὀδύνην εἶναι; Σπεύδωμεν οὖν ἕως ἐστὶ καιρὸς, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας τὴν φροντίδα ποιώμεθα. Πόσα τοιαῦτα ἔχομεν εἰπεῖν οἷα ὁ πλούσιος Εἴ τις ἡμᾶς νῦν συνεχώρει, ἐβουλευσάμεθα ἄν τι τῶν συμφερόντων· ἀλλ' οὐδεὶς ἀφίησι! Καὶ ὅτι ἐροῦμεν, οὐχὶ ἀπ' ἐκείνου μόνου δῆλον, ἀλλὰ καὶ ἀπὸ ἄλλων πολλῶν. Καὶ ἵνα 62.282 μάθῃς, πόσοι ἐν πυρετῷ ἐγένοντο, καὶ εἶπον, Ἐὰν ἀνακτησώμεθα ἑαυτοὺς, οὐκέτι τοῖς αὐτοῖς περιπεσούμεθα! Πολλὰ τοιαῦτα ἐροῦμεν τότε, ἀλλὰ ἀκουσόμεθα ἅπερ ὁ πλούσιος, ὅτι χάσμα ἐστὶν, ὅτι ἀπελάβομεν τὰ ἀγαθὰ ἐνταῦθα. Στένωμεν οὖν, παρακαλῶ, πικρόν· μᾶλλον δὲ μὴ μόνον στένωμεν, ἀλλὰ καὶ μετέλθωμεν τὴν ἀρετήν. Πενθήσωμεν νῦν ἐπὶ σωτηρίᾳ, ἵνα μὴ τότε πενθήσωμεν εἰκῆ· κλαύσωμεν νῦν, καὶ μὴ τότε κλαύσομεν ἐπὶ κακίᾳ· οὗτος ὁ κλαυθμὸς ἀρετῆς, ἐκεῖνος ἀνωφελοῦς μετανοίας· θλίψωμεν ἑαυτοὺς νῦν, ἵνα μὴ τότε θλιβῶμεν. Οὐκ ἔστιν ἴσον ἐνταῦθα θλιβῆναι, κἀκεῖ. Ἐνταῦθα μὲν γὰρ πρὸς βραχὺν θλίβῃ χρόνον, μᾶλλον δὲ οὐδὲ αἴσθησιν λαμβάνεις τῆς θλίψεως, εἰδὼς ὅτι ἐπ' ἀγαθῷ θλίβῃ· ἐκεῖ δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ' ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι. Γένοιτο δὲ πάντας ἡμᾶς ἀπαλλαγέντας τυχεῖν τῆς ἀνέσεως. Ἀλλ' ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωμεν, παρακαλῶ· ἂν γὰρ σπουδάζωμεν, καὶ εὐχόμενοι ἀνύομεν· ἐὰν εὐχώμεθα ἐκτενῶς, δίδωσιν ὁ Θεός. Ἂν δὲ μήτε αἰτῶμεν αὐτὸν, μήτε ἐνεργῶμέν τι τοιοῦτον, μηδὲ ἐργαζώμεθα, πῶς ἔνι κατορθῶσαί ποτε καθεύδοντας; Οὐδαμῶς. Ἀγαπητὸν γὰρ τρέχοντας καὶ ἐπεκτεινομένους καὶ συμμορφουμένους τῷ θανάτῳ αὐτοῦ, ὡς Παῦλος εἶπε, δυνηθῆναι ἐπιτυχεῖν, μήτι γε δὴ καθεύδοντας. Εἴ πως καταντήσω, φησίν. Εἰ δὲ Παῦλος ἔλεγεν, Εἴ πως καταντήσω, τί ἡμεῖς ἐροῦμεν; Καθεύδοντας γὰρ οὐδὲ κοσμικὰ πράγματα ἔστιν ἀνύσαι ποτὲ, μήτι γε πνευματικά· καθεύδοντας οὐδὲ παρὰ τῶν φίλων ἔστι τι λαβεῖν ποτε, μήτι γε παρὰ Θεοῦ· καθεύδοντας οὐδὲ πατέρες τιμῶσι, μήτι γε ὁ Θεός. Μικρὸν πονήσωμεν, ἵνα διαπαντὸς ἀναπαυσώμεθα. Πάντως θλιβῆναι δεῖ· κἂν μὴ θλιβῶμεν ἐνταῦθα, ἐκεῖ τοῦτο μένει. ∆ιὰ τί μὴ αἱρούμεθα ἐνταῦθα θλιβῆναι, ἵνα ἐκεῖ ἀναπαυσώμεθα; Γένοιτο δὲ πάντας ἡμᾶς ἀξίως πολιτευσαμένους Χριστοῦ, καὶ τῷ θανάτῳ αὐτοῦ συμμορφωθέντας, τῶν ἀποῤῥήτων τυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ι∆ʹ. Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν

γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.