1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

80

ἡμεῖς κατ' ἴχνος αὐτῷ ἑπόμενοι ἀναλάβωμεν πάλιν ἃ πρότερον εἴπομεν. τὸ ˉα καὶ τὸ ˉω, ἡ ἀρχὴ καὶ τὸ τέλος, τὸ ἄναρχον τοῦ Θεοῦ καὶ ἀτελεύτητον δηλοῖ· ἐπειδὴ γὰρ οὐδὲν ἄναρχον ἐν τῷδε τῷ βίῳ τῇ παρ' ἡμῖν ἀρχῇ καὶ τῷ τέλει ἀντὶ ἀνάρχου ἐχρήσατο καὶ ἀτελευτήτου. ἐγώ φησι διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. φησὶν ἐν Εὐαγγελίοις ὁ Κύριος μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. τῷ τοίνυν τὴν τοιαύτην δίψαν διψῶντι δώσω τὴν ζωὴν δωρεάν. καὶ πῶς ἔφη δωρεάν, ὁπότε μετὰ μυρίων ἱδρώτων ἐπιτυγχανοῦσιν οἱ ἅγιοι τῆς μελλούσης ζωῆς; διὰ τί οὖν φησι διδόναι δωρεάν; τοῦτο λέγει σημαίνων ὅτι οὐδὲν ἀντάξιον τῶν τότε ἀγαθῶν εἰσενέγκοι ποτὲ ἄνθρωπος, κἂν μυρία ὅσα μοχθήσῃ, τοῦτο καὶ ὁ ἀπόστολος δηλῶν ἔλεγεν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ὁ νικῶν φησι τά τε πάθη καὶ τὸ πονηρὸν θηρίον τὸν ∆ιάβολον, ταῦτα κληρονομήσει. οὕτω μὲν οἱ νικῶντες· τοῖς δέ γε δειλοῖς καὶ ἀπίστοις καὶ τοῖσδε καὶ τοῖσδε ἔσται μερὶς ἐν τῇ τοῦ πυρὸς λίμνῃ. δειλοὺς καλεῖ τοὺς εἰς πᾶν ἔργον ἀγαθὸν ἀσθενεῖς διὰ ἑκουσίαν ταλαιπωρίαν. καὶ πᾶσί φησι τοῖς ψευδέσιν. οὐκ εἶπε τοῖς ψεύσταις ἀλλὰ τοῖς ψευδέσι, τουτέστι τοῖς τὰ παρὰ φύσιν πράττουσι καὶ ψευδομένοις τὸ φυσικὸν κάλλος τῆς ἀρετῆς εἰς νόθα καὶ παρηλλαγμένα κακίας προσωπεῖα. ὅτι δὲ τὸ πῦρ ἐκεῖνο ἔσται ὁ δεύτερος θάνατος, καὶ ἐν τοῖς φθάσασιν εἴρηται. 236 καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ' ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὴν γυναῖκα τοῦ ἀρνίου. καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἀπὸ τοῦ οὐρανοῦ ἐκ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιω τάτῳ, ὡς λίθῳ ἰάσπιδι, κρυσταλίζοντι· ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δεκαπέντε, καὶ ἐπὶ τοῖς πυ λῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ· ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς· καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ' αὐτῶν δώδεκα ὀνόματα, τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. καὶ ἦλθέ φησιν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων, ποίων ἑπτά, περὶ ὧν πολὺς γέγονε λόγος ἐν τοῖς ἔμπροσθεν. δεῦρό φησι δείξω σοι τὴν γυναῖκα τοῦ ἀρνίου. τὴν ἐκκλησίαν δεῖξαι θέλει τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, ἣν καὶ ἐπουράνιόν φησιν Ἱερουσαλήμ· περὶ ἧς ἔλεγεν 237 ὁ Παῦλος Ἑβραίοις ἐπιστέλλων οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἠχῷ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θήγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, ὡς εἰπεῖν ἔμφοβός εἰμι καὶ ἔντρομος· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων. διὰ δὲ τῆς τῶν ἁγίων πάντων εἰς ἓν συναγωγῆς ἤτοι ἐκκλησίας καὶ διὰ τῆς ἐπουρανίου Ἱερουσαλὴμ τὴν μακαριότητα τῶν ἁγίων ὁ λόγος ζωγραφεῖ, καὶ τὴν ἐν Θεῷ καὶ μετὰ Θεοῦ ζωὴν αὐτῶν ἐσομένην, ὡς εἴρηται, σωματικῶς μὲν αὐτὴν καὶ μεγαλοφυῶς διακοσμῶν, εἰς νοητὴν δὲ δόξαν καὶ λαμπρότητα τὸν νοῦν ἡμῶν ἀνάγων. τέως ἐκ τῆς θέσεως αὐτῆς. καὶ ἀπήνεγκέ μέ φησιν ἐν πνεύματι ἐπὶ ὄρος ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ. οὐ γὰρ ἄνευ πνευματικῆς χάριτος ὑψωθῆ ποτε νοῦς ἀνθρώπινος ὥστε ἐν περινοίᾳ γενέσθαι τῆς τῶν ἁγίων δόξης. εἰκότως δὲ ἡ ἐκκλησία καὶ οἷον ἡ ζωὴ τῶν δικαίων καὶ ἡ πολιτεία· ἐνταῦθά τε καὶ ἐκεῖ ὄρος μέγα καὶ ὑψηλὸν ὑπῆρχεν· οὐδὲν γὰρ χθαμαλὸν