81
παρ' αὐτοῖς καὶ χαμαιπετές, ἀλλὰ πάντα ὑψηλὰ καὶ ἐπηρμένα. γέγραπται γὰρ περὶ αὐτῶν ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. ὁ φωστὴρ αὐτῆς φησι, τουτέστιν ὁ τῆς δικαιοσύνης ἥλιος Χριστός, ὅμοιος λίθῳ ἰάσπιδι. ἡ ἴασπις, καθὼς καὶ πρόσθεν εἴρηται, χλοερά τις οὖσα, τὸ φερέσβιον καὶ ζωοδοτικὸν ἐμφαίνει τοῦ Χριστοῦ, τοῦ ἀνοίγοντος τὴν χεῖρα 238 αὐτοῦ καὶ ἐμπιπλῶντος πᾶν ζῶον εὐδοκίας· χλόη γὰρ ἡγεῖται πάσης ἐπιγείου τροφῆς. ἀλλὰ καὶ κρυσταλίζουσα ἦν ἡ ἴασπις, τὸ καθαρὸν καὶ ἅγιον ἐμφαινίζουσα τοῦ Χριστοῦ· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, καὶ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, κατὰ τὰς Ἡσαΐου προφητείας. τεῖχος δὲ τῶν ἁγίων ἤτοι τῆς ἐκκλησίας αὐτὸς πάλιν ὁ Χριστός, ὡς ἔρυμα ἡμῶν καὶ περίφραγμα καὶ βοήθεια τυγχάνων. ἔχουσά φησι πυλῶνας δώδεκα, τοὺς θείους ἀποστόλους αἰνίττεται, τοὺς τὴν εἴσοδον ἡμῖν τῆς εἰς Χριστὸν πίστεως καταγγείλαντας. καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα· πείθομαι γὰρ συνεργάσασθαι τοῖς ἁγίοις ἀποστόλοις, καὶ θείους ἀγγέλους εἰς τὴν τοῦ κόσμου πίστιν· εἰ γὰρ ὁ διὰ Μωϋσέως νόμος δι' ἀγγέλων ἐλαλήθη κατὰ τὸν ἀπόστολον λέγοντα· εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, πῶς οὐχὶ μᾶλλον τὸ εὐαγγελικὸν κήρυγμα συνεργοῦντας ἔσχεν ἀγγέλους; καὶ ὀνόματά φησιν ἐπιγεγραμμένα, ἅ ἐστι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ. Ἰσραήλ ἐστιν μὲν αἰσθητῶς οἱ ἐξ Ἰακὼβ τοῦ πατριάρχου γεννηθέντες· ἔστι δὲ νοητῶς οἱ στοιχοῦντες τῇ πίστει τοῦ πατρὸς ἡμῶν Ἁβραάμ. καὶ τούτου μάρτυς ὁ λέγων ἀπόστολος καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τοῦ πατρὸς ἡμῶν Ἁβραάμ· Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν Θεόν, ἤτοι διορατικός. τίνες δὲ μᾶλλον τῶν πιστῶν νῷ τὸν Θεὸν ἐθεώρησαν, ἢ διορατικοὶ γεγόνασι δαψιλεῖ πνεύματος ἐνεργεία; τούτων τοιγαροῦν τὰ ὀνόματα ἐγγέγραπται ἐπὶ τῶν πυλῶν τῆς πόλεως. αἱ δέ γε δώδεκα φυλαὶ τὸ πλήρωμα τῶν πιστῶν ὑποφαίνουσιν· ἅπαξ γὰρ τοὺς πιστοὺς καλέσας Ἰσραήλ, ἐπιμεμένηκε καὶ τῷ τοῦ 239 πληρώματος αὐτῶν ἀριθμῷ, δώδεκα εἰπὼν φυλάς, καί φησιν ὅτι ἐκ τῶν τεσσάρων τοῦ κόσμου περάτων ἦσαν ἀνὰ πυλῶνες τρεῖς. ἅπαντα γὰρ διειλήφασι οἱ θεσπέσιοι ἀπόστολοι τριάδα, τοῖς ἔθνεσιν ὁμοούσιον κηρύξαντες, καὶ βαπτίσαντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καὶ τὸ τεῖχος τῆς πόλεώς φησιν εἶχε θεμελίους δώδεκα· ἐπαναπαύεται γὰρ Χριστός, ὃν τεῖχος νενοήκαμεν, τῷ τῶν ἀποστόλων κηρύγματι, καὶ ἐπ' αὐτοῖς βέβηκεν ὡς λίθος ἀκρωγωνιαῖος ἔντιμος κατὰ τὸ γεγραμμένον. καὶ ἐπ' αὐτῶν, τῶν θεμελίων τουτέστι, δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. μόλις ἐξεκάλυψεν τὸ αἴνιγμα, σαφῶς εἰπὼν ὅτι τοὺς ἀποστόλους πυλῶνας λέγει καὶ θεμελίους τῆς ἁγίας πόλεως τῆς ἐκκλησίας· ὧν τῇ διδασκαλίᾳ γένοιτο πάντας ἡμᾶς ἐμμένειν, τὰς βεβήλους κενοφωνίας τῆς ψευδωνύμου τῶν αἱρετικῶν γνώσεως ἐκτρεπομένους· χάριτι Χριστοῦ τοῦ ἡμετέρου καθηγητοῦ καὶ ἀρχιποίμενος· ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν#556 Λόγος δωδέκατοσ ἔτι περὶ τῆς πόλεως τῆς ἁγίας τῆς ἐπουρανίου Ἱερουσαλὴμ λόγος ἐστὶ τῷ θεσπεσίῳ εὐαγγελιστῇ, μεγέθους τε αὐτῆς καὶ μέτρου καὶ κόσμου καὶ τῆς ἄλλης θέσεως. καί φησι καὶ ὁ λαλῶν μετ' ἐμοῦ εἶχε μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος 240 αὐτῆς. καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς, ὅσον τὸ πλάτος, καὶ τὸ ὕψος αὐτῆς ἶσα ἐστίν. καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἶσα ἐστίν. καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν ˉμˉδ πηχῶν ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. καὶ ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· καὶ οἱ θεμέλιοι τοῦ τείχους αὐτῆς τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκόσμηται· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος καρχηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμπτος σαρδόνυξ, ὁ ἔκτος σαρδίων, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ