1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

82

ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμεθύστινος· καὶ οἱ δώδεκα πυλῶνες οἱ δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος καὶ ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεία τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος δι' αὐγής (σιξ). καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ Θεός, ὁ παντοκράτωρ, ναός ἐστιν αὐτῆς καὶ τὸ ἀρνίον. 241 ὁ μὲν κάλαμος, ᾧ διεμέτρει τὴν ἁγίαν πόλιν, γεωμετρικὸς ὑπῆρχε· χρυσοὺς δὲ διὰ τὸ τίμιον τοῦ τε μετροῦντος ἀγγέλου καὶ τῆς μετρουμένης πόλεως. καὶ ἡ πόλις φησὶ τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς, ὅσον τὸ πλάτος, καὶ τὸ ὕψος αὐτῆς, ἶσα ἐστίν. τὸ τετράγωνον σχῆμα καθὼς τοῖς περὶ ταῦτα δεινοῖς δοκεῖ, κύβος ἐστί τε καὶ ὀνομάζεται· ἔστι γὰρ καὶ τετράγωνον ἐπίπεδον· ἀλλ' ὅταν εἴη συντετραγώνῳ καὶ ἰσόπλευρον ἐν πάσαις ταῖς διαστάσεσιν, τὸν δὲ κύβον ἑδραιότητα δηλοῦν λέγουσιν· μόνιμα γὰρ τοῖς ἁγίοις τὰ ἀγαθὰ καὶ ἀμετάθετα, οὐδεμίας μεταβολῆς διαφθειρούσης αὐτοῖς τὴν μακαριότητα. τὸ δέ γε μεγαλεῖον τῆς πόλεως ὁμοῦ τό τε μεγαλοπρεπὲς τῶν ἁγίων ἐμφανίζει καὶ ὅτι, εἰ καὶ τῶν ἁμαρτωλῶν ἡττῶνται παραπολὺ τῷ πλήθει, πλὴν οὔτε αὐτοὶ τῷ ἀριθμῷ τυγχάνουσι βραχεῖς, ἀλλ' ὥστε πληρῶσαι πόλιν τοσαύτην. καὶ ἐμέτρησέν φησι τὸ τεῖχος αὐτῆς ˉρˉμˉδ πηχῶν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου. ἐν πολλοῖς παρὰ τῇ συνηθείᾳ τῆς θείας γραφῆς ἄνθρωποι οἱ ἄγγελοι λέγονται. καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ Γαβριὴλ ὁ Ἀρχάγγελος, ἄνθρωπος Θεοῦ ἑρμηνεύεται. καὶ ὁ προφήτης ἔφη ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ἀνθρώπους μὲν καλῶν τοὺς ἀγγέλους, κτήνη δὲ τοὺς ἀνθρώπους· καὶ γὰρ παρὰ τὴν τῶν ἀγγέλων φρένα ἄλογα καὶ κτήνη τυγχάνομεν οἱ ἄνθρωποι. οὔτε γὰρ ἀνθρώπους εἶπε καὶ κτήνη ὡς ἂν οἰηθείη τις, τοὺς ἀληθεῖς ἀνθρώπους καὶ τὰ ὄντως κτήνη· εἴρηται γὰρ τῷ ἀποστόλῳ περὶ τῶν κτηνῶν μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἄρα τὰ παρὰ τῷ προφήτῃ κτήνη τοὺς ἀνθρώπους νοητέον, ἀνθρώπους δὲ τοὺς ἀγγέλους. ἀλλὰ 242 καὶ ὁ Κύριος παρὰ τῷ Λουκᾷ ἀνθρώπους τοὺς ἀγγέλους ἐκάλεσε, λέγων ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. ἐπεὶ οὖν ἐν πολλοῖς ἄνθρωποι οἱ ἄγγελοι κέκληνται παρὰ τὸ ἄνω· καὶ πρὸς Θεὸν ἔχειν τοὺς ὦπας. τούτου χάριν φησὶν ἐνταῦθα μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου. αἰνίττεται δὲ τῷ εἰρημένῳ ὅτι πάντη μὲν ἀκατάληπτον τὸ θεῖον, τεῖχος γὰρ τῆς πόλεως τὸν Χριστὸν ἐν τοῖς ἔμπροσθεν νενοήκαμεν, μᾶλλον δὲ ἐν περινοίᾳ τῆς τοῦ Θεοῦ μεγαλειότητος ἄγγελοι γίνονται οἱ ἄνθρωποι. διὰ τοῦτο ἀγγελικῷ πήχει καὶ οὐκ ἀνθρωπίνῳ τὸ τεῖχος μεμέτρηται τῆς πόλεως. τὸ δὲ ˉρˉμˉδ πήχεις ἔχειν μυστικός τίς ἐστιν ἀριθμὸς τῇ ἀγγέλων σοφίᾳ, τῇ καὶ μετρούσῃ διεγνωσμένως. καὶ ἡ ἐνδόμησίς φησι τοῦ τείχους αὐτῆς ἴασπις. ἤδη τὴν ἴασπιν εἰς τὸ φερέσβιον καὶ ζωοπόρον ἐδεξάμεθα τοῦ Χριστοῦ. καὶ ἡ πόλις φησὶ χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ. ὁ χρυσὸς μετὰ τοῦ λαμπροῦ καὶ διαυγοῦς τεταγμένος. τῶν ἁγίων τὸ τίμιον καὶ τὸ καθαρὸν ἐν ἔργοις καὶ λόγοις παρατίθεται. καὶ οἱ θεμέλιοί φησι τοῦ τείχους αὐτῆς τῆς πόλεως παντὶ τιμίῳ λίθῳ κεκόσμηνται. καὶ ὁ θεμέλιος τοῦ τείχους. τεῖχος δὲ ὁ Κύριος, ὡς πόλλακις εἴρηται. τοὺς ἁγίους ἀποστόλους ἐν τοῖς εἰρημένοις εἴπομεν. ὡς ἐπαναπαυομένου Χριστοῦ τῇ αὐτῶν διδασκαλίᾳ καὶ ἐπιβεβηκότος ἐπ' αὐτοῖς κατὰ τὴν δοθεῖσαν ὑπόσχεσιν, ἐν ᾗ φησι καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς 243 ἡμέρας μέχρι τῆς συντελείας τοῦ αἰῶνος. οὗτοι τοιγαροῦν οἱ θεμέλιοι, τουτέστιν οἱ ἀπόστολοι, ἀρετῇ πάσῃ, τὴν γὰρ ἀρετὴν οἱ τίμιοι γράφουσιν λίθοι, κεκόσμηνται· ἔργῳ γὰρ γεγένηνται καὶ τῷ κηρύγματι καθαροὶ καὶ τοῖς ὑπὲρ Χριστοῦ ἀγωνίσμασιν καὶ τῷ μέχρις αἵματος πρὸς αὐτὸν εὐνοικῷ. εἰ δέ τις καὶ περὶ τῶν λίθων λεπτολογεῖν ἐθελήσειε, τοιαύτην ἔνεστι εὑρεῖν θεωρίαν, μικρὸν δὲ ἄνωθεν ἀρκτέον. οἱ κατὰ τὸν Μωϋσέως νόμον ἀρχιερεῖς ποικίλως ἦσαν ἠμφιεσμένοι ποδήρη τινὰ καὶ ἐπωμίδα καὶ μίτραν καὶ κίδαριν, ζώνην τε καὶ ἄλλα περικείμενοι, θάμβος ἅμα καὶ κατάπληξιν, ἔτι δὲ μυστικὴν τροπολογίαν ἐμφαίνοντες διὰ τοῦ σχήματος. ἦν δέ γε παρ' αὐτοῖς καὶ τὸ