83
μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; κατέβην εἰς διαφθοράν· ποία ὠφελία γέγονεν; ἰδού, ἐνμένουσιν τοῖς κακοῖς ἑαυτῶν. οὐ καθόλου δὲ τοῦτο λέγει. εἴρηται δὲ ὅτι· "τιμῆς ἠγοράσθητε" τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ὅτι· "οὐκ ἐν φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς, ἀλλ' ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ". δυνατὸν δὲ τοῦτο· τὸ πᾶν ἄθροισμα τῶν σῳζομένων σῶμα Χριστοῦ λέγεται. ἐπεὶ τοίνυν ἐπιδημήσαντος τοῦ σωτῆρος καὶ ἀναδεξαμένου πάντα ἃ προειρήκαμεν, τόν τε μώλωπα καὶ τὸν σταυρὸν καὶ τὸ κατελθεῖν εἰς τὸν ᾅδην, οὐ πάντες ἐπέστρεψα̣ν, οὐ πάντες ἀρετὴν καὶ πίστιν ἀνέλαβον, ἀλλ' οἱ μέν, οἱ δὲ οὔ, κατὰ τοῦτο λέγει ὅτι· "ἀπέστρεψεν τὸ πρόσωπόν μου" ἀπὸ τῶνδε τινῶν ὄντων μελῶν μου, ὄντων σώματός μου, "καὶ ἐγενήθην τεταραγμένος". εἰ τοίνυν ἐρύσατο καὶ ἐλυτρώσατο καὶ ἠλευθέρωσεν τῷ αἵματι ἑαυτοῦ, πῶς λέγει· "τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν"; πολλῆς ὠφελίας γεγένηται-ἀλλὰ πρὸς ἐκείνους τοὺς ἐνμείναντας τοῖς κακοῖς. τὸ ὅσον οὖν ἧκεν εἰς ὑμᾶς, οὐδεμία ὠφελία ὑπῆρκται ἐν τῷ αἵματ̣ί μου, καταβάντος μου εἰς διαφθοράν. διεγείρων αὐτοὺς εἰς μετάνοιαν λοιπὸν λέγει. διὰ τοῦτο εἴρηκεν· 10 μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; ἰδού, εἰσίν τινες χοῦς ὄντες. ἐλήλυθα δὲ παθεῖν, ἵνα 136 μεταποιήσω αὐτοὺς καὶ οὐρανίους αὐτοὺς ἀπὸ χοϊκῶν ποιήσω. ἐπεὶ οὖν ἐνμένουσιν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὐκ ἐξομολογοῦνταί σοι, ἀλλ' οὐδὲ τὴν ἀλήθειάν σου ἀναγγελοῦσιν. ἐλήλυθα δὲ ἐγώ, ἵνα καὶ τὴν ἀλήθειαν φανερώσω τὴν πλάνην καὶ τὸ ψεῦδος ἀνελών, καὶ ἐξομολόγησιν παράσχωμαι, ἵνα τις ἀποβάλῃ τὴν εἰκόνα τοῦ χοϊκοῦ καὶ τὴν τοῦ ἐπουρανίου ἀναλάβῃ. λέγει οὖν ὅτι· "μὴ ἐξομολογήσεταί σοι χοῦς"; εἰ οὐκ ἐξομολογεῖταί σοι χοῦς, τὸ ὅσον ἧκεν εἰς αὐτόν, οὐδεμία ἐκ τοῦ αἵματός μου ὑπῆρκται ὠφελία καταβάντος μου εἰς τὴν διαφθοράν. εἶτα- ἐπειδὴ εἶπον, ὅτι διὰ τοὺς ἐνεχομένους τοῖς πρότερον κακοῖς τοῦτο λέγει, ὡμολογήσαμεν δέ, ὅτι καὶ ἐλυτρώσα̣το πολλοὺς τῷ ἰδίῳ αἵματι-, δεικνὺς ἐκείνους λέγει· 11 ἤκουσεν κύριος καὶ ἐλέησέν με. δείξας ἐκείνους ἔλεον τοῦ κυρίου τὴν ἐκείνων σωτηρίαν λέγει, τὸ ἐκείνους ἐλεηθῆναι. 11 κύριος ἐγενήθη βοηθός μου. τὸ γενέσθαι σχέσιν σημαίνει, οὐκ οὐσίωσιν· "βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν". 11 ἤκουσεν κύριος καὶ ἐλέησέν με. ω᾿̣λοφυρόμην, ὅτι καταβάντος μου εἰς διαφθορὰν οὐδεμία ἐκ τοῦ αἵματός μου ὠφελία ἔν τισιν γέγονεν̣· ἀλλὰ οἰκοδομῶν τοὺς ἠλεημένους κἀκείνους δὲ τοὺς ἀκμὴν τοιούτους ὄντας παραδείκνυμι, ὅτι σωθήσονταί ποτε· ἐνεργήσει ποτὲ εἰς αὐτοὺς τὸ φάρμακον. 12 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. φιλανθρώπως ἐκόπτετο τεθνηκότας ἐκείνους, ἵνα διεγείρῃ αὐτούς· εὐθέως γὰρ ἔννοιάν τις ἐλάμβανεν· εἰ ἐμοῦ ἡμαρτηκότος ἐκεῖνος πενθεῖ καὶ ὀλοφύρεται, πολλῷ πλέον ἐγὼ τοῦτο ὀφείλω ποιῆσαι. "ἔστρεψας" οὖν "τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί"· ἡ ἐκείνων ὠφελία ἐμοὶ χαρά ἐστιν, καὶ ὅτε ἡμάρτανον, ἐμὸς ἦν ὁ θρῆνος καὶ ὁ κοπετός. 12 διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην. πενθῶν σάκκον ἐφόρουν, αὐστηρὸν βίον, τραχύν, ἀλλὰ μετέβαλεν εἰς εὐφροσύνην. οὕτω δὲ εἰρήκαμεν καὶ εἰς τό· "ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδόνι αἱ δυνάμεις ἐγίνοντο, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν". ἐλέγομεν, ὅτι τὸν αὐστηρὸν βίον καὶ ε᾿̣πίπονον καὶ καθαπτόμενον τοῦ ὀλοφυρομένου σημαίνει τὸ τοῦ σάκκου ὄνομα. μετὰ τούτου δὲ τοῦ σάκκου τις σποδὸν λαμβάνει καὶ κάθηται οὐκέτι ἐνεργῶν κατ' αὐτό, ἀλλὰ κάθηται, παύει τὴν ὀργὴν τῆς κακίας. ἐστέναζεν ἐπὶ τούτῳ ἃ ἐκαρποφόρησεν ζιζάνια καὶ ἀκάνθας καὶ τριβόλους· οὐκ ἠδύνατο γὰρ καθίσαι ἐν ταῖς ἀκάνθαις καὶ τριβόλοις, ἀλλὰ τεφρώσας καὶ δείξας αὐτὰ ἀνίσχυρα κἀκείνην τὴν ποιότητα, καθ' ἣν ἦσαν φαῦλα, ἀνελὼν ἐκάθισεν ἐπ' αὐτά. 13 ὅπως ἂν ψάλῃ σοι ἡ