1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

83

λόγιον τῆς κρίσεως, ὅπερ τῇ ἐπωμίδι διὰ πλέγματος ποικίλου ἐπηορτεῖτο. ἦν δὲ τὸ σχῆμα τοῦ λογίου φᾶρος διπλοῦν, σπιθαμιαῖον τε καὶ τετράγωνον, ἐν ᾧ λίθοι δώδεκα τέτρασι στίχοις ἐξ ὀνόματος τῶν υἱῶν Ἰσραὴλ ἐνέκειντο· ὧν λίθων τινὲς μὲν καὶ ἐνταῦθα τέθεινται ἐν τοῖς τοῦ τείχους θεμελίοις, τινὲς δὲ γωνιαῖοι καὶ οὐκ ἐν ἐκείνοις τεταγμένοι τέθεινται. κεῖνται μὲν γὰρ ἐν τῷ λογίῳ τῶν κρίσεων ἐμφερεῖς εἰς τοὺς ἐνταῦθα θεμελίους λίθοι ὀκτώ, ἴασπις· σάπφειρος· σμάραγδος· σαρδίον· χρυσόλιθος· βηρύλλιον· τοπάζιον· ἀμέθυσος· τέσσαρες δέ γε τῶν ἐν τοῖς θεμελίοις λίθων οὐ συνηρίθμηνται τοῖς ἐν τῷ λογίῳ τῆς κρίσεως. εἰσὶ δὲ οἵδε, καρχηδών· 244 σαρδόνυξ χρυσόπρασος· ὑάκινθος. ἦσαν δὲ καὶ οἱ πυλῶνες τῆς πόλεως, οὓς καὶ αὐτοὺς εἰς τοὺς ἀποστόλους ἐδεξάμεθα, ἕκαστος ἀπὸ μαργαρίτου ἑνός. ὥστε καὶ ὁ μαργαρίτης νέος νῦν τέθειται, οὔτε αὐτὸς συνηριθμημένος τοῖς λίθοις τοῦ λογίου, ὁρᾶν δὲ ἔξεστι πολυτιμοτέρους μᾶλλον τοὺς νεωστὶ ὠνομασμένους παρὰ τοὺς ἐν τῇ παλαιᾷ ἐν τῷ λογίῳ κειμένους· δι' ὧν σημαίνεται τοὺς ἁγίους ἀποστόλους γνῶσίν τε ἔχειν τῆς παλαιᾶς διαθηκῆς καὶ εὐδοκιμεῖν τοῖς ἐν ἐκείνῃ νενομισμένοις προστάγμασιδιὸ καὶ ὁ σοφὸς ἔλεγεν ἀπόστολος κατὰ τὴν δικαιοσύνην τὴν ἐν τῷ νόμῳ γενόμενος ἄμεμπτοςηὐδοκιμηκέναι δὲ καὶ ἐν ταῖς ἐντολαῖς τῆς νέας, καὶ τὴν γνῶσιν αὐτῆς πεπλουτηκέναι, ἥτις πολὺ σαφεστέρα καὶ οἷον τιμιωτέρα τῆς ἐν τῇ παλαιᾷ γνώσεως ὑπῆρξεν, εἴπερ τὰ μὲν ἐν νόμῳ σκιὰ τίς ἦν, ἀλήθεια δὲ τὰ ἐν τῇ νέᾳ, τοῦτο γὰρ αἰνίττονται ἀναμὶξ κείμεναι αἵ τε τῆς παλαιᾶς καὶ αἱ νέαι τίμιαι λίθοι ἐν τοῖς τῆς πόλεως θεμελίοις, οἵτινες, ὡς εἴρηται, τοῖς ἀποστόλοις γράφουσιν. καὶ τοῦτό ἐστι ὅπερ ἔλεγεν ἐν Εὐαγγελίοις ὁ Κύριος διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. ἦσαν δέ φησι καὶ οἱ πυλῶνες τῆς πόλεως, οὓς πάλιν ἐν τοῖς φθάσασι τοὺς ἀποστόλους νενοήκαμεν, ἕκαστος ἀπὸ ἑνὸς μαργαρίτου, τὸ τίμιον αὐτῶν καὶ καθαρὸν καὶ λαμπρὸν αἰνιττόμενοι. καὶ ἡ πλατεία φησὶ τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος καθαρός. εἴρηται ὅτι ὁ χρυσὸς καὶ τὸ τῆς ὑάλου καθαρὸν καὶ διαφανὲς τῆς τῶν ἁγίων ζωῆς παρεμφαίνουσι τὸ τίμιον καὶ διεσμηγμένον. καὶ ναόν φησιν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεός, ὁ 245 παντοκράτωρ, ναός ἐστιν αὐτῆς καὶ τὸ ἀρνίον. τίς γὰρ χρεία ναοῦ συνόντος καὶ τρόπον τινὰ συμβιοτεύοντος τοῖς ἁγίοις τοῦ Θεοῦ καὶ πρόσωπον ὁρωμένου καθ' ὅσον ἐφικτόν; τὴν μὲν γὰρ ἐν τῷ παρόντι γνῶσιν τοῦ Θεοῦ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι κέκληκεν ὁ θεῖος ἀπόστολος· τὴν δέ γε ἐν τῷ μέλλοντι πρόσωπον πρὸς πρόσωπον. εἰκότως δὲ ἄν τις ζητήσειεν, τί δήποτε; τοῦ μὲν Θεοῦ τοῦ παντοκράτορος ἐμνήσθη, τοῦ τε πατρὸς τοῦ Κυρίου καὶ τοῦ ἀρνίου, τοῦ υἱοῦ τοῦ Θεοῦ, οὐκέτι δὲ καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου; πρὸς ὃν λεκτέον· εἰπών, ὦ οὗτος, ὁ Κύριος καὶ ὁ Θεὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἁγίον ὠνόμασε ταῦτα γὰρ ὁ Θεόςκαὶ ἔτι εἰπὼν ὁ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, τὴν Ἁγίαν ἐσήμανε Τριάδα ταῖς τρισὶν ὀνομασίαις. ἀλλὰ καὶ τοῦτο ἄν τις προσερωτήσειεν· διὰ τί οὖν τῆς σεβασμίου μνησθεὶς τριάδος διὰ τοῦ εἰπεῖν ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναός ἐστιν αὐτῆς, ἔξωθεν ἡμῖν ἐπαριθμεῖ τὸ ἀρνίον, ὅ ἐστιν ὁ Χριστός, ὥστε ἡμᾶς μηκέτι τριάδα νοεῖν; μὴ γένοιτο, φαίην ἂν αὐτῷ. οὐ γὰρ οὕτω διδασκόμεθα, ἀλλὰ μνήμη φέρεται τῆς τε Ἁγίας Τριάδος καὶ τοῦ ἀρνίου, σημαίνοντος τοῦ λόγου, ὅτι τε εἷς τῆς Ἁγίας Τριάδος ἐστὶν ὁ σαρκωθείς, καὶ ὅτι μετὰ σαρκὸς ὁ υἱὸς τὴν Ἁγίαν πληροῖ Τριάδα καὶ οὐ δίχα σαρκός ἐστι νῦν ἐν οὐρανῷ. τὸν γὰρ υἱὸν σεσαρκωμένον περιφραστικῶς ἐσήμανε διά τε τοῦ Θεοῦ ὅς ἐστιν ὁ υἱός, καὶ διὰ τοῦ ἀρνίου ὅς ἐστιν πάλιν ὁ αὐτὸς Χριστὸς σεσαρκωμένος ἡμῖν ὁμοούσιος καὶ ἐμψυχωμένος νοερῶς· ᾗτινι σαρκὶ καθ' ὑπόστασιν ὁ λόγος ἥνωται. 246 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὔτε τῆς σελήνης, ἵνα φωτίσωσιν αὐτήν, ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. καὶ περιπατήσουσι τὰ ἔθνη διὰ