84
δόξα μου καὶ οὐ μὴ κατανυγῶ. ἔνιοι ὑποστιγμὴν λέγουσιν· "οὐ μὴ κατανυγῶ"· ψαλλούσης τῆς δόξης μού σοι οὐ κατανύγομαι. οὐκ ἀρέσκει μοι δὲ αὕτη ἡ ἀνάγνωσις. πολλοὶ δὲ τῶν ἐν τῇ ἐκκλησίᾳ οὕτως αὐτὴν ἀναγιγνώσκουσιν. μεταμέλειάν τινα σημαίνει ἡ κατάνυξις πολλάκις. ὅτε γοῦν μετεμελήθη ὁ Ἀχαάμ· "εἶδες, πῶς κατενύγη ὁ Ἀχαάμ"; καί· "ἐπότισας αὐτοὺς πνεῦμα κατανύξεως", πνεῦμα μετανοίας. τοῦτο οὖν λέγει· ἡ δόξα μου ψάλλει σοι, πράττω κατὰ τὸ βούλημά σου, καὶ οὐ μεταμελοῦμαι, οὐ κατανύσσομαι. οὐχ ὡς ἐπὶ κακῷ κατανύττομαι, ὥστε μηκέτι ἐνεργῆσαι. διὸ συνάπτει 137 καὶ λέγει· "κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι". 13 κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. ἐπεὶ οὖν εἰς τὸν αἰῶνα ἐξομολογοῦμαί σοι ψάλλων τῇ δόξῃ σου, οὐ κατανύγομαι, οὐ μεταμέλομαι. 1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ ∆αυίδ· ἐκστάσεως. τὸ τῆς ἐκστάσεως ὄνομα ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ πολλά, ὧν ἕν ἐστιν ἡ παρακοπὴ ἢ παραφροσύνη· ὁ παραπαίων ἐξίσταται. σημαίνει δὲ τὸ ὄνομα τὸ τῆς ἐκστάσεως καὶ θαυμαστότητα· ὁ θαυμάζων γὰρ λέγεται ἐξίστασθαι· "κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην" τὸ μέγεθος αὐτῶν θεασάμενος, τὴν τέχνην καθ' ἣν γεγόνασιν. καὶ πολλὰ δὲ ἔστιν ῥητὰ δηλοῦντα, ὅτι ἡ θαυμστότης φανεροῦται τῷ ὀνόματι τῆς ἐκστάσεως. οὕτω γοῦν κ̣αι`̣ Ἰσαὰκ̣ "ἐξέστη ἔκστασιν μεγάλην", ὅταν τὴν εὐλογίαν ἔλαβεν ὑπὸ Ἰσαῦ. καὶ πάλιν σημαίνει τὸ ἔκστασις τὸ ἔξω̣ τινὰ γενέσθαι τῆς προτέρας ἑαυτοῦ καταστάσεως, ὡς ἐὰν λέγῃ· "ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης". ὅτε ἐξέστην ἐμαυτοῦ καὶ οὐκέτι ἄνθρωπος, ἀλλὰ θεὸς γέγονα χωρήσας πρός με γεν̣όμενον τὸν θεὸν λόγον, τότε εἶπον ὅτι· "πᾶς ἄνθρωπος ψεύστης"· εἰ γὰρ ἁπλῶς λαμβάνοιμεν τοῦτο, ψεύδεται. εἰ πᾶς ἄνθρωπος ψεύστης καὶ αὐτὸς δὲ εἷς τῶν ἀνθρώπων ἐστίν, ψεύδεται. ψευδομένου δὲ αὐτοῦ ὅτι "πᾶς ἄνθρωπος ψεύςτης", οὐ πάντως ψεῦσταί εἰσιν. τὰ τῶν ἀνθρώπων ἀβέβαια, ἀσύνστατα. τοιοῦτόν ἐστιν καὶ ὃ λέγει ὁ ἀπόστολος· "ἃ ὀφθαλμὸς οὐχ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη". οὐκ ἔστιν οὖν αὐτὸς ἄνθρωπος, ἀλλ' ἐπιφέρει· "ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος", ἡμῖν τοῖς μηκέτι ἀνθρώποις, τοῖς δυναμένοις μετὰ παρρησίας εἰπεῖν· "συνεξέστημεν θεῷ, συνσωφρονοῦμεν ὑμῖν". ἐξέστη οὖν καὶ ὁ ταῦτα λέγων ἐν τῷ ψαλμῷ· ἄλλος ἑαυτοῦ γέγονεν, θεὸς γέγονεν μετασχὼν τοῦ θεοῦ λόγου· πέπαυται τοῦ εἶναι ἄνθρωπος. ἀμέλει γοῦν θεώρει, ὅτι οὐκ ἀνθρώπινα λέγει, ἀλλὰ ἃ ἁρμόζει θεοποιηθέντι ἀνθρώπῳ ἀπαγγέλλειν καὶ ᾄδειν. 2 ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. οὐ γὰρ καταισχύνομαι, ὅταν τὰ τῆς αἰτήσεως ὑπαρχθῇ· τότε γὰρ αἰσχύνην ὁ εὐχόμενος ὑφίσταται, ὅταν μὴ τύχῃ ὧν προσεδόκησεν. καὶ εἰ μὲν ἁπλούστερον λαμβάνοιμεν τὸν αἰῶνα, τοῦτο λέγει· ἐν τῷ χρόνῳ τῆς ζωῆς μου παντὶ μὴ καταιςχυνθείην, ἀεὶ ἐπιτυγχάνων ὧν δέξασθαι παρὰ σοῦ παρακαλῶ· πολλάκις γὰρ ἐλέχθη, ὅτι ὁ παρεκτείνων τῇ ζωῇ τοῦ ἀνθρώπου χρόνος "3αἰὼν"3 καλεῖται, ὡς τό· "οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα". δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν· ἐπεὶ αἰώνιος εἶ καὶ παρεκτείνει σου ἡ ὕπαρξις καὶ ἡ βασιλεία εἰς πάντας τοὺς αἰῶνας, εἰμὶ δὲ κἀγὼ ἀθάνατος κατὰ τὴν ψυχήν, "μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα"· ἀεὶ γὰρ μετὰ σοῦ εἰμι. νῦν ἐκ μέρους γιγνώσκω καὶ προφητεύω, ἀλλὰ διαδέξεται τὸ ἐκ μέρους ὑπὸ τοῦ τελείου, ὥστε μᾶλλον ἡ ἐλπίς μου μείζω γέγονεν περὶ μειζόνων λοιπὸν ἔχουσα τὴν προσδοκίαν. ἀκαταίσχυντος οὖν ἐστιν ὁ ἐλπί ζων ἐπὶ κύριον. 2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. ἡ ἀρχὴ τοῦ ἑβδομηκοστοῦ καὶ τούτου ἔχουσίν τινα συγγένειαν καὶ ὁμοιότητα. καὶ ἐν τῷ ἑβδομηκοστῷ κεῖται τὸ "ἐξελοῦ με" αὐτὸς γάρ ἐστιν, περὶ ἧς λέγεται· "δικαιοσύνη δι138 έκυψεν", ὅτε κλίνας τὸν οὐρανὸν κατέβη. ἐλήλυθεν ἐπὶ τῷ λῦσαι ἀδικίαν· ἀδικίας γὰρ ἦν πλήρης ὁ κόσμος ὁ περὶ γῆν γενόμενος· "ἐπλήσθη" γὰρ "ἡ γῆ ἀδικιῶν", ὥςπερ καὶ πρὸ τοῦ