1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

84

τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τιμὴν αὐτῶν εἰς αὐτήν· καὶ οἱ πυ λῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ. καὶ ἡ πόλις φησὶν οὐ χρείαν ἔχει τοῦ ἡλίου. τοῖς γὰρ τοῦ θείου καὶ νοητοῦ φωτὸς ἀπολαύουσιν. ἐπαισθάνονται γὰρ ἐν τῇ τότε λήξει τῶν νοητῶν οἱ ἅγιοι οὐ χρεία αἰσθητοῦ φωτός. τὰ δὲ ἔθνη φησὶ περιπατήσουσι διὰ τοῦ φωτὸς αὐτῆς. οὐ τὰ ἔθνη μόνα, ἀλλὰ καὶ οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες ἅγιοι. ἀλλ' ἐπειδὴ πολλαπλασίους οἱ ἐξ ἐθνῶν, ἐκ τοῦ πλείονος τούτους τε κἀκείνους ἐδήλωσε. καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν. βασιλέας γῆς πάντας φησὶ τοὺς ἁγίους, περὶ ὧν γέγραπται ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, χιονωθήσονται ἐν Σελμῶν, καθὼς καὶ πρόσθεν εἴρηται. οὗτοι οὖν ἔτι ἔνδοξον καὶ ἔντιμον ἔχουσι. λέγει δέ· τὰ ἐξ ἀρετῆς αὐχήματα ἀναθήσουσιν εἰς τὴν ἁγίαν ἐκείνην πόλιν, ὡς εἶπε συμβιοτεύειν τοῖς ἁγίοις τὰ ἐξ ἀρετῆς ἀγαθά. καὶ οἱ πυλῶνές φησιν αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας. δισσὸν τὸ νόημα· ἢ γὰρ τοῦτο λέγει ὅτι εἰρήνη ἔσται καὶ ἀφοβία, ὡς μὴ δεῖσθαι φυλακὴν ποιεῖσθαι τῆς πόλεως ἢ τὰς θύρας κλείειν ποτέ, ἢ μοχλοῖς ἀσφαλίζεσθαι, ἢ ὅτι τὰ ἀποστολικὰ διδάγματα, πύλας γὰρ τοὺς ἀποστόλους εἰρήκαμεν, οὐδὲ γὰρ ἐκεῖ σιωπήσουσιν, ἀλλ' ἔσονται καὶ ἐκεῖ οἱ ἀπόστολοι, καινῶν 247 δογμάτων καὶ θειοτέρων τοῖς ἁγίοις διδάσκαλοι· ἡμέρας γὰρ ὄντες καὶ φωτὸς υἱοὶ οἱ δίκαιοι, ταῖς θείαις καὶ φωτιστικαῖς ἐντρυφήσουσιν αἰνέσεσι καὶ μυστηρίοις, ἡμέρας οὔσης ἀεὶ περὶ αὐτοὺς καὶ φωτὸς θείας ἐλλάμψεως. νὺξ γάρ φησιν οὐκ ἔσται ἐκεῖ. εἰ μὲν γὰρ διεκόπτετό ποτε ἡ θεία ἔλλαμψις, ἦν ἄρα καὶ νύξ· εἰ δὲ τοῦτο εἰπεῖν ἀσεβές, ἀδιακόπως τοῦ θείου φωτὸς ἐνεργοῦντος, πῶς νὺξ τοῖς ἁγίοις γενήσεται; καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιοῦν βδέ λυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς ˉιˉβ, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν ἐθνῶν. καὶ πᾶν κατά θεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ· καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτοῦ· καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐχ ἕξουσι χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 248 δόξαν καὶ τιμὴν τῶν ἐθνῶν, τὴν εἰσκομιζομένην εἰς τὴν ἁγίαν πόλιν κατὰ περίφρασιν εἶπε τοὺς ἐν τοῖς ἔθνεσιν εὐδοκιμηκότας καὶ ἄξια ζωῆς πεπραχότας· οὗτοι γὰρ εἰσενεχθήσονται εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ καὶ συμβιοτεύσουσι τοῖς ἐν αὐτῇ ἁγίοις. καὶ οὐ μή φησιν εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιοῦν βδέλυγμα, εἰ μὴ οἱ ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένοι. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἢ ἁμαρτωλῷ μετὰ τῶν δικαίων τοῦ Θεοῦ; οὓς καὶ διείργεσθαι χάσματι μεγάλῳ ὁ Κύριος ἡμῖν ἐν Εὐαγγελίοις παρέδωκεν. καὶ ἔδειξέ μοί φησι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐκπορευόμενον ἐν μέσῳ τῆς πλατείας τῆς πόλεως. ποταμὸς ζωῆς εἴη ἂν τὰ δαψιλῆ καὶ πλούσια τοῦ Χριστοῦ χαρίσματα, ἅτινα ἀεννάως εἰς τοὺς ἁγίους κέχυται, ὡς δίκην ποταμοῦ φέρεσθαι εἰς αὐτοὺς καὶ ἐπιρρεῖν. καὶ τοῦ ποταμοῦ φησιν ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ἔγκαρπον, κατὰ μῆνα καρποτοκοῦν. ξύλον ζωῆς ὁ Κύριος κατὰ τὸ γεγραμμένον τῷ παροιμιαστῇ περὶ τῆς σοφίας· ξύλον φησὶ ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Χριστὸν δὲ Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ὁ σοφὸς ἡμῖν παρέδωκε Παῦλος. λέγει δὲ ὅτι οὐ μόνον οἱ ἅγιοι τοῖς Χριστοῦ πλουτοῦσι χαρίσμασιν, ἀλλὰ καὶ ἑαυτὸν ἐνοικοῦντα ἔχουσι καὶ συνοικοῦντα· ὅπερ τῆς ὑπερτάτης μακαριότητός ἐστι τὸ κεφάλαιον. συνεχεῖς δὲ τὸ ξύλον τῆς ζωῆς, ὁ Χριστὸς, καὶ ἀδιακόπους τελεσφορεῖ καρποὺς καὶ δωρεὰς τοῖς