85
κατακλυσμοῦ, ὅτε "πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν χρηστότητα". ὥσπερ οὖν τὸ φῶς ἀνατέλλον καὶ γινόμενον ἐκεῖ, ἔνθα τὸ σκότος, λύει τὸ σκότος-παρουσίᾳ γὰρ φωτὸς ἀφανίζεται ἡ σκοτία, καὶ ἐπιλαμψάσης τῆς ἀρετῆς ἐκποδὼν ἡ κακία οἴχεται-, οὕτω τῆς δικαιοσύνης φανερωθείσης καὶ ῥυομένης τοὺς παρακαλοῦντας καταλύεται πᾶσα ἀδικία. 3 κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. εἰ καὶ βοῶ πρὸς σέ, ἀλλ' οὖν ὡς πρὸς τὴν σὴν μεγαλειότητα μικρόφων̣ός εἰμι. ἐὰν μὴ οὖν σὺ κλίνῃς πρὸς ἐμὲ τὸ οὖς σου, οὐκ ἰσχύει ἀναβῆναι ἡ ἐμὴ κραυγὴ πρὸς σέ. εἰ μὴ συνκ̣αταβ̣ῃ῀̣ς, οὐ δέχῃ μου τὴν φωνήν. καὶ ἄλλως· ἐπεὶ μὴ πάσας παρατηρεῖται τὰς ἀνομίας τῶν κρινομένων καὶ ἐξεταζομένων ὑπ' αὐτοῦ, δεῖ αὐτὸν κλῖναι τὸ οὖς, ἵνα ἀκούσῃ· ἐὰν γὰρ οἵας γνώσεώς ἐστιν καὶ οἵας δυνάμεως μείνῃ, οὐκ ἀναβαίνει πρὸς αὐτὸν ἡ εὐχή. εἰ μὴ ἐπινεύσῃ, οὐ δέχεται τὴν εὐχήν. ἐπινεύει δὲ συνκαταβαίνων. ὅταν κλίνῃς τὸ οὖς σου πρὸς ἐμέ, δέχῃ με καὶ ταχέως ἐξαιρῇ με ἀπὸ τῶν κατεχόντων με, ἀπὸ τῶν πορθούντων με. κἄν τε πολέμιοι ὦσιν, "τάχυνον τοῦ ἐξελέσθαι με". ἐπερ · ἐκστὰς ταῦτα ἔλεγεν; -οὐ τὴν παραφροσύνην εἶπον ἐνταῦθα δηλοῦσθαι, ἀλλὰ τὸν θαυμασμόν, τὸ ἔξω ἑαυτοῦ γενέσθαι. τοῦτο ἀγνοεῖς, ὅτι οὐ μία ἔστιν τελειότης. ὁ γοῦν τελειωθεὶς λέγει· "πάσης συντελείας εἶδον πέρας"· μὴ γὰρ τὸ ὑπὲρ πᾶν τέλος ἔχων λέγει ταῦτα. 3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. γενοῦ μοι φρούριον ἀκαταμάχητον, ἕρκος ἄβλητον, γενοῦ μοι καὶ ὑπερασπιστὴς τὴν σὴν ἀσπίδα, τὸ σὸν ὅπλον. ὅταν γένῃ μου ὑπερασπιστής, οὐδεὶς τῶν ἐχθρῶν μου βλάψαι με δύναται. θὴρ οὐ δύναταί μου περιγενέσθαι, αὐτὸς ὁ ἁρπάζων, περὶ οὗ εὐχὴν ἀνέπεμπον· "μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου". "καὶ εἰς οἶκον καταφυγῆς". γενοῦ μοι τὸ λεγόμενον κρησφύγετον, ἔνθα καταφεύγων τις ἔσω γίνεται τειχῶν· οἰκοδόμημα γάρ ἐστιν φρουρὸς τυγχάνον τῇ σωτηρίᾳ. 4 ὅτι κραταίωσις καὶ καταφυγή μου εἶ σύ. σὺ πάντα μοι εἶ, καὶ κραταίωσις καὶ καταφυγή. πρὸς οὐδένα καταφεύγω, οὐ πρὸς ἄρχοντα, οὐ πλοῦτον. καὶ κραταίωμά μου· ἐκ σοῦ ἔχω τὸ κρατεῖν σοῦ μετέχων, οἷα βασιλεὺς κρατεῖν. 4 ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. τοῦτο λέγει ὅτι· ἐπεὶ τὸ ὄνομά σου κέκληται ἐπ' ἐμέ, ἕνεκεν τούτου τοῦ ὀνόματός σου οὗ φορῶ, ἀμφότερά μοι παράσχου· καὶ ὁδήγησόν με, ἵνα τελέσω τὸν δρόμον ἀμέμπτως καὶ εἰπεῖν δυνηθῶ· "ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα", καί· "ὁδὸν ἐντολῶν σου ἔδραμον". καὶ διατραφῶ ὑπὸ σοῦ. ἡ σὴ ὁδὸς καὶ ἄρτος ἐστὶν ὁ σὸς υἱός. ὁδός ἐστιν λέγων· "ἐγώ εἰμι ἡ ὁδός". αὐτὸς οὖν καὶ ἄρτος ἐστίν. "ἕνεκεν" οὖν "τοῦ ὀνόματός σου", οὗ ἐχαρίσω μοι, ἵνα σωτ̣ηρίαν ἔχω· ηὐξάμην γὰρ καὶ εἶπον· "ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με. 5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. ἐχθροὶ πολλοί, ἀπατεῶνές τινες, ἐσκεύασάν μοι παγίδα, ἵνα με θηρεύσουσιν. οὐ μόνον οὖν παρακαλῶ, ἵνα μὴ ἐάσῃς με ἀπελθεῖν̣ ἐκεῖ, ἀλλὰ κἂν εἰσῆλθον, ἵνα ἐξάξῃς με ἐξ αὐτῆς. 139 στικτέον δὲ καὶ οὕτως· 5-6 ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. οὐκ ἄλλῳ παρατίθημι τὸ πνεῦμά μου, ἀλλ' εἰς τὰς σὰς χεῖρας. καὶ εἰ μὲν ἅγιος εἴη ὁ ταῦτα λέγων ἄνθρωπος, πνεῦμα αὐτοῦ ἐστιν τὸ συνεζευγμένον τῇ ψυχῇ, περὶ οὗ λέγεται· "ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα". οἱ μὲν οὐχ ἕτερον λέγουσιν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχήν, οἱ δὲ τὸν νοῦν αὐτῆς, ἄλλοι δὲ τὴν γνώμην. ἀμφοτέρως δὲ κατὰ πάσας τὰς ἀποδόσεις θεὸς τηρεῖ τὸ πνεῦμα. ἐὰν ᾖν ἡ ψυχή, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται αὐτήν, ἵνα σκεπομένη ἀβλαβὴς διαμείνῃ, μὴ τρωθῇ ὑπὸ πολεμίων, μὴ ἀναιρεθῇ. ὅτι δὲ λέγεταί ποτε ἡ ψυχὴ πνεῦμα, Στέφανος διδάσκει· ὁπηνίκα γὰρ ἔμελλεν ἀποθνῄσκειν καὶ παρεκάλεσεν μὴ σταθῆναι τὴν ἁμαρτίαν τῶν κατ' αὐτοῦ φονώντων, λέγει· "κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου", ἀντὶ τοῦ "3τὴν