85
λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται. Τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυμότεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς μᾶλλον ὠφελοῦντες, οἵ τε λαμβάνοντες μὴ ἐπιτρέχωσιν ἀδεῶς τῷ λαμβάνειν, ἵνα μὴ κρῖμα ἔχωσι· Μακάριον γάρ ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβάνειν. Τί οὖν δηλοῖ λέγων, Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως; Οὐ κοσμικῶς ἐχάρην, φησὶν, οὐδὲ βιωτικῶς, ἀλλ' ἐν Κυρίῳ· οὐχ ὅτι ἀνάπαυσιν ἔσχον ἐγὼ, ἀλλ' ὅτι ὑμεῖς προεκόψατε· ἡ γὰρ ἐμὴ ἀνάπαυσις, αὕτη ἐστί. ∆ιὰ τοῦτο καί φησι, Μεγάλως· ἐπειδὴ οὐ σωματικὴ ἦν ἡ χαρὰ, οὐδὲ ὑπὲρ τῆς αὐτοῦ ἀναπαύσεως ἔχαιρεν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων προκοπῆς. Καὶ ὅρα πῶς ἠρέμα ἐπιτιμήσας ὑπὲρ τοῦ παρελθόντος χρόνου, ταχέως αὐτὸ συνεσκίασε, παιδεύων συνεχῶς καὶ διαπαντὸς ἐν εὐποιίᾳ εἶναι. Ὅτι ἤδη ποτὲ, φησί. Τὸ, Ἤδη ποτὲ, χρόνον δηλοῦντός ἐστι μακρόν. Ἀνεθάλετε· ὡς ἐπὶ δένδρων βλαστησάντων, εἶτα ξηρανθέντων, καὶ πάλιν βλαστησάντων. Τοῦτο δὲ δεικνύντος ἐστὶν, ὅτι πρότερον ὄντες ἀνθηροὶ ἐμαράνθησαν· εἶτα μαρανθέντες, πάλιν ἐβλάστησαν· ὥστε καὶ ἐπιτίμησίς ἐστι καὶ ἔπαινος τὸ, Ἀνεθάλετε· οὐ γάρ ἐστι μικρὸν, τὸ μαρανθέντα ἀναθῆλαι. 62.288 Καὶ τὸ πᾶν ἀπὸ ῥᾳθυμίας αὐτοὺς πεπονθότας δείκνυσιν. Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε. Ἐνταῦθα δὲ δηλοῖ, ὅτι ἔθος εἶχον καὶ πρὸ τούτου ἐν τοῖς τοιούτοις φιλοτιμεῖσθαι. ∆ιὰ τοῦτο ἐπήγαγεν, Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε. Καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς λοιποῖς προθυμοτέρους αὐτοὺς γεγενῆσθαι, καὶ μεμαράνθαι, ἀλλ' ἐν τούτῳ μόνῳ, ὅρα πῶς αὐτὸ ἀσφαλίζεται λέγων· Ἤδη ποτὲ ἀνεθάλετε εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ὡσεὶ ἔλεγεν· Εἰς τοῦτό φημι μόνον τὸ, Ἤδη ποτέ· ἐν γὰρ τοῖς ἄλλοις οὐχ οὕτω. Ζητήσειε δ' ἄν τις ἐνταῦθα, πῶς λέγων, Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν· καὶ, Ὅτι αἱ χεῖρές μου ὑπηρέτησαν ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ· καὶ πάλιν πρὸς Κορινθίους γράφων ἔλεγε, Καλὸν γάρ μοι ἀποθανεῖν μᾶλλον, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· νῦν περιορᾷ κενούμενον ἑαυτοῦ τὸ καύχημα. Πῶς; Λαβών. Εἰ γὰρ τὸ καύχημα τοῦτο ἦν, τὸ μηδὲν λαβεῖν, πῶς νῦν ἀνέχεται; τί οὖν ἔστιν εἰπεῖν; Ἐκεῖ εἰκότως οὐκ ἐλάμβανε διὰ τοὺς ψευδαποστόλους, Ἵνα ἐν ᾧ καυχῶνται, φησὶν, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ οὐκ εἶπεν, Εἰσὶν, ἀλλὰ, Καυχῶνται, δηλῶν ἐκ τούτου ὅτι ἐλάμβανον μὲν, λανθανόντως δέ. ∆ιὰ τοῦτο εἶπεν, Ἐν ᾧ καυχῶνται. Ἐλάμβανε δὲ καὶ αὐτὸς, εἰ καὶ μὴ ἐκεῖ· διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐ φραγήσεται τὸ καύχημά μου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Οὐ φραγήσεται, ἀλλὰ τί; Ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας· καὶ τὸ, ἌλλαςἘκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑμῶν διακονίαν· δηλοῦντός ἐστιν, ὅτι ἐλάμβανεν. Ἀλλὰ Παῦλος μὲν εἰκότως ἐλάμβανεν, ἔργον ἔχων τηλικοῦτον, εἴ που καὶ ἐλάμβανεν· οἱ δὲ μηδὲν ἐργαζόμενοι, πῶς ἂν δύναιντο λαμβάνειν; Ἀλλ' εὔχομαι, φησίν. Ἀλλ' οὐκ ἔστι τοῦτο ἔργον· τοῦτο γὰρ ἔστι καὶ μετὰ ἔργου ποιεῖν. Ἀλλὰ νηστεύω. Ἀλλ' οὐδὲ τοῦτο ἔργον. Ἀλλ' ὅρα τὸν μακάριον τοῦτον 62.289 πολλαχοῦ κηρύττοντα, καὶ ἐργαζόμενον. Ἠκαιρεῖσθε δὲ, φησί. Τί ἐστιν, Ἠκαιρεῖσθε; Οὐ τῆς ῥᾳθυμίας ὑμῶν, φησὶν, ἀλλὰ τῆς ἀνάγκης· οὐκ εἴχετε ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε· τοῦτο γάρ ἐστιν, Ἠκαιρεῖσθε δέ. Ἀπὸ τῆς κοινῆς αὐτὸ συνηθείας ἔλαβεν. Οὕτω γὰρ οἱ πλείους λέγουσιν, ὅταν αὐτοῖς μὴ μετὰ ἀφθονίας ἐπιῤῥέῃ τὰ βιωτικὰ, ἀλλ' ἐν στενοχωρίᾳ ᾖ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω. Εἶπον, φησὶν, Ἤδη ποτὲ, καὶ ἐπετίμησα, οὐχὶ τὸ ἐμαυτοῦ ζητήσας, οὐδὲ διὰ τοῦτο μεμφόμενος, ὡς ἐν ἐνδείᾳ ὤν· οὐδὲ γὰρ διὰ τοῦτο ἐζήτουν. Πόθεν δῆλον, ὅτι οὐ κομπάζεις, ὦ Παῦλε; Κορινθίοις μὲν οὖν φησιν· Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Καὶ ἐπὶ τούτων δὲ οὐκ ἂν, ὥστε ἁλῶναι, ἔλεγεν. Οὐκ ἂν, εἴ γε ἐκόμπαζε, ταῦτα εἶπε· παρὰ γὰρ εἰδόσιν ἔλεγε, καὶ πλείων ἦν ἡ αἰσχύνη ἁλῶναι. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι,