1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

85

ἁγίοις, ὡς φιλοτιμίαν ἐπικαταλαμ 249 βάνειν τῇ φιλοτιμίᾳ καὶ μήποτε αὐτοὺς λείπεσθαι θείας ἐπιρροῆς. καὶ τὰ φύλλα φησὶ τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. φύλλα τῆς ζωῆς οἱ τοῦ Χριστοῦ ἀπηρτημένοι καὶ αὐτοῦ ἐχόμενοι πατριάρχαι, προφῆται, ἀπόστολοι, εὐαγγελισταί, μάρτυρές τε καὶ ὁμολογηταί, καὶ οἱ κατὰ καιροὺς ἱερουργοὶ τοῦ εὐαγγελίου καὶ τῆς ἐκκλησίας ποιμένες, καὶ πᾶσα ψυχὴ δικαία· οἵτινες καὶ νῦν ἰῶνται τὰς ψυχάς, καὶ τοῖς ἁγίοις ἔσονται τῶν ἀγαθῶν προσθήκη. καὶ κατάθεμά φησι οὐκ ἔσται ἔτι. νῦν μὲν γὰρ κἂν σφόδρα φεύγῃ τὰ ἀναθέματα, ὅμως ἐν αὐτοῖς καλινδούμεθα, μυρίων ἡμῖν προφάσεων ἀναφυομένων ἐν εἰδήσει τέ γε καὶ ἀγνοίᾳ· τότε δέ γε πάσης ἔσονται ψυχικῆς κηλίδος, ὥσπερ καὶ σωματικῆς, οἱ ἅγιοι καθαροί τε καὶ ἀμιγεῖς. καὶ ἔσται φησὶν ἐν τῇ πόλει ἡ βασιλεία τοῦ Θεοῦ. αὕτη γὰρ ὁ θρόνος. καὶ λατρεύσουσιν αὐτῷ φησιν οἱ ἅγιοι λατρείαν οὐκ ἐπίπονον, ἀλλὰ τὴν μεθ' ἡδονῆς καὶ εὐφροσύνης πνευματικῆς. τοῦτο δὲ ἔσται ἐκ τοῦ ὁρᾶν τὸ πρόσωπον αὐτοῦ· καὶ ὄψονται γάρ φησι τὸ πρόσωπον αὐτοῦ· ὄψονται δὲ καθ' ὅσον ἐφικτὸν ἀνθρώπου φύσει καὶ τὸ ὄνομά φησιν αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. τὴν ἀδιάλειπτον μνήμην καὶ συνουσίαν τοῦ Θεοῦ τὸ παρὸν αἰνίττεται ῥητόν. ὡς γὰρ ἐπικείμενος καὶ ἐγγεγραμμένος αὐτοῖς ὁ Θεός, οὕτως ἀεὶ συμπαρέσται τοῖς ἁγίοις. καὶ δῆλον, καὶ ἐξ ὧν ὁ Παῦλος ἔφη· καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. νὺξ δέ φησιν, οὐκ ἔστιν, ὡς ἐν χρείᾳ γενέσθαι τοὺς ἁγίους φωτισμοῦ ἡλιακοῦ ἢ λυχ 250 νιαίου, τοῦ θείου φωτὸς ἀδιάλειπτον ποιουμένου τὸν φωτισμόν. καὶ βασιλεύσουσιν οἱ ἅγιοι, δηλονότι εἰς τὸν αἰῶνα. ταῦτα δὴ ὁ σοφώτατος ∆ανιὴλ ἐπιμαρτύρεται, λέγων καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως τοῦ αἰῶνος τῶν αἰώνων. καὶ εἶπέ μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ Κύριος τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλε τὸν ἄγγε λον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· ἰδοὺ ἐρχόμεθα ταχύ· μακάριοι οἱ τηροῦντες τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. καὶ Ἰωάννης ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεπον, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνῦν τός μοι ταῦτα. καὶ λέγει· ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου καὶ τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον. οὗτοί φησιν οἱ λόγοι πιστοί, τουτέστιν ἀληθεῖς. καὶ ὁ Κύριος τῶν πνευμάτων τῶν προφητῶν. πνεύματά φησι προφητῶν τὰ προφητικὰ χαρίσματα κατὰ τὸ εἰρημένον τῷ σοφωτάτῳ Παύλῳ. καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεσθαι, καὶ τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ· διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν· καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς. δεῖξαί φησι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. διὰ γὰρ μέσου τοῦ Ἰωάννου καὶ τῶν συγγραμμάτων αὐτοῦ πάντες τὰ 251 ὀφθέντα αὐτῷ μεμαθήκασι. καλῶς δὲ ἔφη τό· ἐν τάχει· πᾶς γὰρ χρόνος μικρός, ὡς καὶ πρότερον εἴρηται, κἂν ὅτι μάλιστα μέγας τις εἶναι δοκῇ, συγκρινόμενος πρὸς τοὺς μέλλοντας ἀτελευτήτους αἰῶνας. διά τοι τοῦτο καὶ ἐπήγαγε ἰδοὺ ἐρχόμεθα (σιξ) ταχύ· μακάριοι οἱ τηροῦντες τούτους τῆς προφητείας ταύτης. οἱ γὰρ φυλάττοντες σπουδάζουσι μὴ περιπεσεῖν ταῖς εἰρημέναις αὐτῇ κολάσεσι διὰ βίου θεοφιλοῦς. καὶ ὅτε φησὶν ἤκουσα καὶ ἔβλεπον, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου. ταῦτα ἐν τοῖς φθάσασιν ἡρμηνεύεται, ὅτε καὶ ἀπεδείξαμεν τῶν ἀθέων Ἑλλήνων τὰ δόγματα περὶ τῶν παρὰ σφίσιν ἐθνάρχων μηδὲν κοινὸν ἔχοντα τοῖς καθαρωτάτοις τῆς ἐκκλησίας δόγμασι. καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. ἰδοὺ ἔρχομαι ταχὺ ταχύ, καὶ ὁ μισθός μου μετ' ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. ἐγὼ τὸ ˉα καὶ τὸ ˉω, πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τέλος. μακάριοι οἱ πλύνοντες τὰς στο λὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον