86
ψυχήν μου"3. καὶ ὁ Ἰάκωβος γράφων· "ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν", τὴν ψυχὴν πνεῦμα κ̣αλεῖ. λέγεται δέ, ὡς εἶπον, καὶ παρεζευγμένον τι λογικόν, ὥσπερ ἀχώριστος ἵνα ᾖ διδάσκαλος τῆς ψ̣υχῆς, πνεῦμα. καὶ ἐπειδὴ τοῦτο σύνεστιν τῇ ψυχῇ, ὅτε ἔχεται τοῦ θεοῦ, τοῦτο λέγει· μὴ τοιαῦτά μοι πραχθείη̣, ὥστε τὸ πνεῦμά μου ἔξω τῶν χειρῶν σου γενέσθαι, ἀλλὰ κατορθωθείη μοι πᾶσα ἀρετή, ἵν' ἐν ταῖς σαῖς χερσὶν τὸ πνεῦμά μου τυγχάνῃ. δύναται καὶ τὴν γνώμην ἑαυτοῦ λέγειν πνεῦμα, ὥστε καὶ αὐτὴν θ̣έλ̣ει ἐν ταῖς χερσὶν τοῦ θεοῦ φυλάττεσθαι. λοιπὸν καὶ τὰ ἐξηγητικά· αἱ δύο διαθῆκαι δύνανται χεῖρες τοῦ θεοῦ. εἰς ταύτας οὖν παρατίθεμαι τὸ πνεῦμά μου θέλων καὶ τὴν παλαιὰν νοεῖν, καὶ τουτέστιν τὰ ἐκεῖ προσταττόμενα, καὶ τὴν καινήν. ἀμφότεραι αἱ χεῖρές σου περιεχέτωσάν μου τὸ πνεῦμα. δυνατὸν δὲ καὶ μὴ δύο χεῖρας μόνας τοῦ θεοῦ λέγειν· δυϊκῶς γὰρ οὐκ ἐλέχθη, ἀλλὰ πληθυντικῶς· οὐδὲν δὲ διαφέρει πληθυντικῶς ἢ δυϊκῶς. ὅμως ἐὰν αἱ δύο διαθῆκαι ὦσιν, δυϊκῶς αἱ χεῖρες λέγονται. ἐὰν δὲ πᾶσα δύναμις τοῦ θεοῦ χεὶρ αὐτοῦ ὀνομάζηται-λέγομεν γὰρ χεῖρα βασιλέως τὴν στρατιωτικὴν δύναμιν-, εἰς τὴν σὴν στρατιωτικὴν δύναμιν, φρουρὰν χεῖράν σου τυγχάνουσαν, παρατίθεμαι τὸ πνεῦμά μου. πρὸς τὴν Ἰερουσαλὴμ ἐν Ἰσαίᾳ τῷ προφήτῃ λέγει ὁ θεός· "ἰδού, ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός". μὴ δυνάμεθα κἂν μέχρι ἀναπλασμοῦ εἰπεῖν τείχη αἰσθητὰ γραφόμενα ἐν θεοῦ χερσὶν ἀσωμάτου ὄντος. ἐὰν οὖν, φησίν, τὰ τείχη σου ἐπὶ τῶν ἐμῶν χειρῶν ζωγραφηθῶσιν, ἐνώπιόν μου μένεις διὰ παντός, οὐδενὸς δυναμένου σε αἰχμαλωτίσαι· τὰ γὰρ τείχη τὰ ἐν ταῖς χερσίν μου γεγραμμένα ἀκαθαίρετα· οὐδεὶς ἐπιβῆναι καθ' αὐτῶν δύναται. ὥσπερ οὖν ἐν ταῖς χερσὶν θεοῦ ζωγραφούμενα τείχη οὐκ αἰσθητά ἐστιν, οὕτως ἐν ταῖς χερσὶν τοῦ θεοῦ παρατιθέμενος ἑαυτοῦ τὸ πνεῦμα δείκνυσιν, ὅτι οὐκ εὐτελές τί ἐςτιν τὸ πνεῦμα, ἀλλ' ἤτοι̣ ἡ παρεζευγμένη οὐσία λογικὴ τῇ ψυχῇ ἢ ὁ νοῦς αὐτῆς ὁ θεῖος, ὁ ἀμιγῶς ἔχων καὶ πρὸς ὕλην καὶ πρὸς κακίαν. ὁ νοῦς ὅτε σῴζει τὴν νοῦ α᾿̣ρετήν, πάσης ὕλης ἐκτός ἐστιν, ἀσυνπλόκως ἔχει πρὸς σωματικά, ἀλλὰ καὶ κακίας πάσης ἀμοιρεῖ. διὰ τοῦτο δύναται ἐν ταῖς χερσὶν τοῦ θεοῦ δοθῆ ναι καὶ φυλαχθῆναι· οὐ φυλάττει γὰρ θεὸς τὸν ἔχοντα κακίαν. 140 ἄλλως δὲ φυλάττει αὐτὸν ἔξω τῆς κακίας βουλόμενος αὐτὸν ἀγαγεῖν. ἐπερ · τὰ τείχη τί; -πολυτρόπως ὀνομάζεται ἐν τῇ γραφῇ τὰ τείχη. περὶ τῆς σοφίας λέγεται, ὅτι "ἐπ' ἄκρων τειχέων κηρύττεται"· καὶ οὐ δήπου λέγομεν, ὅτι ἐπ' ἄκρων αἰςθητῶν τειχέων κήρυκες γινόμενοί τινες ἀπαγγέλλοντες τὰ περὶ τῆς ἀρετῆς. τείχη εἰσὶν τὸν νοῦν φρουροῦντα καὶ τὸν ἔσω ἄνθρωπον αἱ ἀρεταὶ καὶ αἱ θεῖαι νοήσεις. ὅσον τις ἔτι ἐν τοῖς θεμελίοις τῶν τειχῶν ἐστιν ἢ ἐμέσασεν τὴν ἀνάβασιν αὐτῶν, οὔπω κηρύξαι δύναται τὴν σοφίαν· μόλις ἐπαΐειν αὐτὴν δύναται. ὅταν δὲ εἰς αὐτὰ τὰ ἄκρα τῶν τειχῶν γένηται, ἵν' οὕτως εἴπω, ὅταν ὑπερβῇ τὸν κόσμον, ὑπερκόσμιος γένηται, τότε δύναται τὴν σοφίαν κηρύττειν. πάλιν, ἐλέχθη ὅτι· "ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη". τῶν αἰσθητῶν εἰσιν ἰδέαι κατ̣άλληλοι. αἱ ἰδέαι δὲ αὗται νοήσεις εἰσὶν θεοῦ, βουλήσεις εἰσὶν θεοῦ. καὶ λάβε διὰ παραδείγματος τὸ θεωρούμενον· ὁ βουλόμενος κατασκευάσαι πόλιν, ὅλην τὴν πόλιν καὶ τὰ μέρη αὐτῆς ἀνατυποῖ τῇ ἑαυτοῦ διανοίᾳ καὶ κατ' ε᾿̣κείνας τὰς νοήσεις κατασκευάζει τὰ αἰσθητά. ἀμέλει γοῦν ἐὰν μὴ ὀρθῶς λάβῃ τὸ νόημα, φέρε, τῆς ἀγορᾶς ἢ τοῦ τεμένους ἢ τῶν ἄλλων, οὐ καλῶς ποιεῖ τὰ αἰσθητά. αἱ ἰδέαι οὖν δύνανται εἶναι τὰ τείχη, ἐν ταῖς χερσὶν τοῦ θεοῦ γεγραμμέναι βουλήσεις. ταῦτα οὖν τὰ τείχη ἐν τῇ βουλήσει τοῦ θεοῦ ἔχουσιν τὸ εἶναι. καὶ λέγω· "ἐν Χριστῷ", φησίν, "ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ ἔστιν· καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν". ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ὡς ἐὰν πολι η