1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

86

φησὶν, αὐτάρκης εἶναι. Ἄρα διδασκαλίας ἐστὶ τὸ πρᾶγμα, καὶ γυμνασίας καὶ μελέτης. Οὐ γὰρ εὐκατόρθωτόν ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον καὶ πόνον ἔχον πολύν. Ἐν οἷς εἰμι, φησὶν, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν φέρειν καὶ ἔνδειαν. Καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ναὶ, φησίν· ἀλλὰ τοῦτο οὐκ ἔστιν ἐπιστήμης, ὥσπερ οὐδὲ ἀρετῆς, τὸ περισσεύειν. Καὶ σφόδρα ἀρετῆς, οὐχ ἧττον ἢ ἐκεῖνο. Πῶς; Ὅτι ὥσπερ ἡ στενοχωρία πολλὰ παρασκευάζει κακὰ ποιεῖν, οὕτω καὶ ἡ πλησμονή. βʹ. Πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόμενοι, ῥᾳθυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐπραγίαν· πολλοὶ πολλάκις ἀφορμὴν ἔλαβον τοῦ μηκέτι ἐργάζεσθαι. Ἀλλ' οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμβάνων εἰς ἄλλους ἀνήλισκε, καὶ εἰς ἄλλους ἐκένου. Τοῦτο δέ ἐστιν εἰδέναι καλῶς κεχρῆσθαι τῷ ἔχειν. Οὐχὶ διεχεῖτο, οὐδὲ ἔχαιρεν ἐπὶ τῇ περισσείᾳ αὐτοῦ, ἀλλ' ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησμονῇ, οὔτε ἐκεῖθεν πιεζόμενος, οὔτε ἐντεῦθεν χαυνούμενος. Καὶ χορτάζεσθαι, φησὶν, οἶδα καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πολλοὶ οὐκ ἴσασι χορτάζεσθαι, οἷον οἱ Ἰσραηλῖται· ἐκεῖνοι γὰρ ἔφαγον, καὶ ἀπελάκτισαν. Ἀλλ' ἐπὶ τῆς αὐτῆς εὐταξίας ἐγὼ μένω. ∆είκνυσιν ὅτι οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο· εἰ δὲ καὶ ἐλυπεῖτο, οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ' αὐτῶν· αὐτὸς γὰρ ὁμοίως διέκειτο. Ἐν παντὶ, φησὶ, καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Πεῖραν ἔλαβον ἐν τῷ μακρῷ τούτῳ χρόνῳ πάντων, καὶ ταῦτά μοι πάντα κατώρθωται. Ἀλλ' ἐπειδὴ μεγαληγορία τὸ πρᾶγμα ἦν, ὅρα πῶς ἐπιλαμβάνεται ταχέως, καί φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, φησίν. Οὐκ ἐμὸν τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδωκότος ἐστίν. Ἀλλ' ἐπειδὴ πάλιν οἱ εὖ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέμενον εὖ τὸν λαμβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται· αὐτοὶ γὰρ ὡς χαριζόμενοι διέκειντο καὶ ἀναπαύοντες· ἵνα οὖν μὴ τοῦτο γένηται, μηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ καταφρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυμοτέρους γενέσθαι· ὅρα πῶς πάλιν καὶ τοῦτο ἰᾶται. ∆ιὰ μὲν γὰρ τῶν εἰρημένων τὸ φρόνημα αὐτῶν κατέσπασε· διὰ δὲ τῶν ἑξῆς τὴν προθυμίαν 62.290 αὐτῶν ἀναζῇν ποιεῖ, λέγων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Ὁρᾷς καὶ πῶς ἀπέστησεν ἑαυτὸν, καὶ πῶς πάλιν ἥνωσε; Τοῦτο γνησίας φιλίας ἐστὶ καὶ πνευματικῆς. Μὴ γὰρ ἐπειδὴ, φησὶν, ἐν χρείᾳ οὐ καθέστηκα, νομίσητε μὴ δεῖσθαί με τοῦ πράγματος· δέομαι δι' ὑμᾶς. Πῶς οὖν ἐκοινώνησαν αὐτῷ τῶν θλίψεων; ∆ιὰ τούτου· ὅπερ καὶ δεσμούμενος ἔλεγε, Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς. Χάρις γάρ ἐστι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, ὥς που καὶ αὐτός φησιν· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ἐπειδὴ γὰρ ἐκεῖνα καταμόνας λεγόμενα ἀλγῆσαι αὐτοὺς ἱκανὰ ἦν, διὰ τοῦτο θεραπεύει καὶ ἀποδέχεται καὶ ἐπαινεῖ πάλιν, καὶ τοῦτο μεμετρημένως. Οὐ γὰρ εἶπε, ∆όντες, ἀλλὰ, Συγκοινωνήσαντες, δεικνὺς αὐτοὺς καὶ κερδάναντας, εἴ γε τῶν ἄθλων ἐγένοντο κοινωνοί. Οὐκ εἶπεν, Ἐπικουφίσαντές μου τὰς θλίψεις, ἀλλὰ, Συγκοινωνήσαντές μου τῇ θλίψει, ὅπερ ἦν σεμνότερον. Ὁρᾷς τὸ ταπεινὸν Παύλου; ὁρᾷς τὸ εὐγενές; Ὅτε ἔδειξεν οὐδὲν δεόμενον τῶν παρ' ἐκείνων αὐτοῦ ἕνεκεν, τότε λοιπὸν ἀδεῶς καὶ ταπεινὰ φθέγγεται ῥήματα, καὶ ἅπερ οἱ προσαιτοῦντες λέγουσιν, Ὡς ἔθος ἔχεις διδόναι. Οὐδὲν γὰρ παραιτεῖται οὔτε ποιεῖν, οὔτε λέγειν, πρὸς τὸ μόνον, ὃ βούλεται, κατορθῶσαι. Τί δὲ τοῦτό ἐστι; Μὴ νομίσητε, φησὶν, ἀναισχυντίας εἶναι τὰ ῥήματα, τὸ ἐγκαλεῖν, καὶ λέγειν, Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι· οὐ γὰρ δεόμενος ταῦτα λέγω, ἀλλὰ τί; Ἐκ τοῦ σφόδρα θαῤῥεῖν ὑμῖν· καὶ τούτου δὲ ὑμεῖς αἴτιοι. Ὁρᾷς πῶς αὐτοὺς θεραπεύει, καὶ πῶς φησιν,