86
τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. μὴ σφραγίσῃς φησὶ τοὺς λόγους τούτους, τουτέστι, μὴ σχοίης αὐτοὺς παρὰ σαυτῷ, μηδὲ ἀποκλείσας φυλάξῃς ἐν 252 τῷ τῆς διανοίας ταμιείῳ, ἀλλὰ φανέρωσον ἅπασιν. ὁ γὰρ καιρός φησιν ἐγγύς ἐστι. τοιοῦτον τι λέγει· οὔτε πλεῖστον ὁ καιρὸς αὐτῶν ἀπέχει, ὡς τότε. ἀλλὰ μὴ νῦν χρείαν ἔχειν αὐτοὺς ἀκουσθῆναι· οὔτε γάρ ἐστιν ἴδιος, ὡς περίττην εἶναι τὴν ἐξ αὐτῶν παραίτησιν. τίς γὰρ χρεία παραινέσεως τοῖς λοιπὸν πειρωμένοις τῶν κακῶν ἤτοι τῶν ἀγαθῶν; τοὺς γὰρ ἔργῳ μανθάνοντας ἄωρον λόγῳ παιδεύειν. ἀλλὰ τί ἐγγύς φησίν ἐστιν, οὔτε πολὺ μέλλει, οὔτε ἤδη πάρεστιν; ὁ ἀδικῶν φησιν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι. οὐ κεκελευσμένου καὶ προστάσσοντός ἐστι τὸ ἀδικεῖν ἢ ῥυπαρευθῆναι, ἀλλὰ τοῦτό φησιν· ἔτι μικρὸς ἐνδαψιλεύεται χρόνος τοῖς ἀνθρώποις· ἕκαστος τοινῦν τὸ αὐτῷ φίλον πραττέτω, καὶ τῷ οἰκείῳ αὐτεξουσίῳ ὡς βούλεται κεχρήσθω, εἴτε εἰς κακὸν εἴτε εἰς ἀγαθόν. διὸ ἐπάγει καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ' ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. ἔρχομαί φησιν ὁ Κύριος ἐν τῇ δευτέρᾳ παρουσίᾳ, ἄγων μεθ' ἑαυτοῦ ἃ δεῖ ἑκάστῳ ἀποδοῦναι, εἴτε ἀγαθὸν εἴτε κακόν. ἐγώ φησι τὸ ˉα καὶ τὸ ˉω, πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τέλος. ταῦτα ἐν τοῖς ἔμπροσθεν ἱκανῶς εἴρηται· διὸ νῦν ὑπέρβηθι. μακάριοί φησιν οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς. στολὰς λέγει τὰ σώματα. μακάριοι οὖν οἱ εὖ βιοῦντες καὶ ἑαυτοὺς ἐκκαθαίροντες ἀπὸ παντὸς ἁμαρτίας ῥύπου· οἱ γὰρ οὕτως βιοτεύσαντες ἐξου 253 σίαν σχήσουσιν ἐπὶ τὸ ξύλον ἐπερείδεσθαι τῆς ζωῆς καὶ ἐπ' αὐτῷ ἐπαναπαύεσθαι, ξύλον δὲ ζωῆς ὁ Κύριος, ὡς πρόσθεν εἴρηται. καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. καὶ διὰ τῶν πυλώνων, τουτέστι τῶν ἀποστολικῶν δογμάτων καὶ διδαγμάτων, μέτοχοι γίνονται τῆς τῶν ἁγίων διαγωγῆς καὶ μακαριότητος. ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος. ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος ∆αυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. καὶ ἡ νύμφη λέγουσα· ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ' αὐτόν, ἐπιθήσει ὁ Θεὸς ἐπ' αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. ἔξω φησὶν οἱ κύνες. κύνας καλεῖν ἔθος τῇ θείᾳ γραφῇ, τοὺς ἡταιρηκότας διὰ τὸ ἀναιδὲς αὐτῶν καὶ ἀκάθαρτον. καὶ γάρ φησιν ἐν ∆ευτερονομίῳ ὁ Μωϋσέως τοῦ ἱεροφάντου νόμος οὐ προσοίσεις μίσθωμα πόρνης καὶ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχήν σου. 254 ὅτι δέ γε ὅμοιοι τοῖς κυσὶ κατὰ τὴν ἀναίδειαν οἱ τοιοῦτοι· μαρτυρεῖ τις καὶ τῶν ἔξω σοφῶν, οὕτως εἰπών, φεῦγε δὲ πάντα φόνον καὶ μοιχεία λέκτρα γυναικός· καὶ δ' ὅρκους μακάρων καὶ ἀναιδέα δέμνια κούρων. ἔξω οὖν τῆς ἁγίας πόλεως καὶ τῆς μετὰ τῶν δικαίων διαγωγῆς οἱ κύνες, καὶ οἵδε καὶ οἵδε. τί γὰρ κοινὸν αὐτοῖς καὶ τοῖς δικαίοις τοῦ Θεοῦ; καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος ἔξω φησὶν ἔσται. ψεῦδός ἐστιν ἅπαν τὸ παρὰ φύσιν· τῆς γὰρ ἀρετῆς κατὰ φύσιν οὔσης, ἐπεὶ καὶ καταβέβληκεν ἡμῶν τῷ πλάσματι σπέρμα ἀρετῆς ὁ δημιουργὸς ἐξ ἀρχῆς, ἡ κακία παρὰ φύσιν ἐστίν. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν ἡ ὑγεία κατὰ φύσιν ἐστί, παρὰ φύσιν δὲ ἡ νόσος, καὶ τὸ βλέπειν καὶ ἀκούειν κατὰ φύσιν, ἡ δὲ πήρωσις καὶ ἡ κώφωσις παρὰ φύσιν, οὕτως καὶ ἐν ταῖς ψυχαῖς ἡ ἀρετὴ κατὰ φύσιν, παρὰ φύσιν δὲ ἡ κακία· ἀνάλογος γάρ ἐστιν ὑγεία τῇ ἀρετῇ, τῇ δέ γε νόσῳ ἡ κακία· καὶ κατὰ τοῦτο δὲ ψεῦδος ἡ κακία, ὅτι καὶ ψεύδεται πολλάκις εἶναι ἀρετή· πλάττεται γὰρ ἡ μὲν θρασύτης εἶναι ἀνδρία, ἡ δὲ κακουργία φρόνησις, ἡ δὲ ἀκινησία σωφροσύνη, ἡ δέ γε