87
ἐν τῷ νῷ τοῦ ἀρχιτέκτονος τὰ μέρη τῆς πόλεως οἰκοδομηθῇ, τουτέστιν πρὸς ἐκεῖνα, διακρατούμενα ὑπ' ἐκείνων· λόγοι γάρ εἰσιν διακρατητικῶν. ἐν Χριστῷ οὖν συνέστηκεν τὰ πάντα. ἐὰν κατ' ἐπίνοιαν θελήσῃς ἆραι τὸν λόγον ἀπὸ τῶν ὄντων, οὐχ ὑφίστανται ταῦτα. συναπέρχονται τῇ ἄρσει τοῦ λόγου. οὕτω οὖν καὶ τὰ τείχη· ἡ ἀσφάλεια πᾶσα ἐν ταῖς χερσὶν τοῦ θεοῦ γέγραπται. ἐὰν δὲ καὶ τὰς ἀρετὰς λέγῃς τείχη, ἠρέμα καὶ αἱ ἀρεταὶ ἔχουσιν ἰδέας, τὰς πρωτοτύπους ἕξεις. οἷον ἔχω δικαιοσύνην, ἀλλὰ οὐ πᾶσαν αὐτήν, ἀλλὰ κατ' αὐτὴν πεποίωμαι. ἐστὶν δὲ ἡ νοουμένη οὐ χωρὶς τοῦ μετέχοντος ὡσανεὶ ἰδέα, οὐκ ἰδέα οὕτως, ὡς εἴωθας λέγεσθαι. ἐὰν οὖν ἄρῃς ἐπιστήμην, αἴρονται αἱ ἕξεις τῶν ἐπιστημόνων, συναπέρχονται αὐτῇ, κειμένης δὲ ἐκείνης μετέχουσιν αὐτῆς καὶ εἰσὶν αἱ κατὰ μέρος ἕξεις. ἄλλη δέ ἐστιν παρὰ ταύτας, ἅτε δὴ ἀρχικωτέρα οὖσα καὶ βεβαιοτέρα. ἀμέλει γοῦν αὕτη οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ δὲ ἐν τοῖς μετέχουσιν δέχεται τοῦτο. τὴν ἀσφάλειαν οὖν σημαίνει τὰ τείχη. 6 ἐλυτρώσω μὲ, κύριε ὁ θεὸς τῆς ἀληθείας. λυτροῦται ὑπὸ θεοῦ ὁ ἔξω πάσης ταραχῆς γινόμενος. ὁ θεὸς οὖν τῆς ἀληθείας λυτροῦται ἀπὸ ἀπάτης· ᾗ θεὸς ἀληθείας ἐστίν, ἀπὸ ἀπάτης καὶ ψευδοδοξίας λυτροῦται. ὅταν τις φρονήματα ἐσφαλμένα καὶ ψευδῆ ἔχῃ, χρῄζει θεοῦ, ἵνα τῇ ἀληθείᾳ ἑαυτοῦ ἔξω αὐτὸν ποιήσῃ πάσης ἀπάτης. πάλιν ὁ θεὸς τῆς δικαιοσύνης ῥύεται ἀπὸ ἀδικημάτων· εἴρηται γοῦν· "εἰσάκουσόν μου, ὁ θεὸς τῆς δικαιοσύνης μου", ἵνα πάσης ἀδικίας ἐκτός με ποιήσῃς, ἵνα τοὺς ἐνεργοῦντας κατ' ἐμοῦ τὰ ἄδικα ἥττῃ ὑποβάλῃς. 141 καὶ οὕτως ἐφ' ἑκάστου· ὁ Ἰωσὴφ παρεκάλει τὸν θεὸν τῆς σωφροσύνης, ἵνα μὴ ὑποπέσῃ ταῖς πάγαις τῆς ἀναπειθούσης εἰς ἀκολασίαν· καὶ ἡ Σωσάννα, ἵνα μὴ ὑποπέσῃ τοῖς πρεσβυτέροις εἰς μοιχείαν. ὁ θεὸς τῆς σωφροσύνης ἐπακούει, οὐχ ὅτι ἄλλος καὶ ἄλλος ἐστίν. 7 ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. ἐπεὶ θεὸς τῆς ἀληθείας εἶ, καὶ ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. τὰ μάταια δὲ οὔκ εἰσιν ἀληθῆ. "3διὰ κενῆς"3 δὲ εἶπεν αὐτά, ἐπεὶ τρόπον τινὰ οὐχ ὑφίστανται. πᾶν ψευδὲς ἀνυπόστατόν ἐστιν. περὶ τῆς κυοφορησάσης τὸν ναὸν τοῦ Ἰησοῦ ὅταν λέγω ὅτι "3τέτοκεν"3, ἀληθεύω· ἐὰν δὲ εἴπω· "3τέτοκεν ἐξ ἀνδρός"3, ψεύδομαι· οὐχ ὅτι τέτοκεν, περὶ τὸν τρόπον τὸ ψεῦδος γίνεται. πᾶσα κακία διὰ κενῆς γίνεται, οὐκ ἔχει τέλος. λέγει ο̣ὖν̣· σύ, ὦ θεέ, τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς ἐμίσησας. ἐάν τις τῶν τοιαῦτα φυλαττόντων αἴσθησιν λάβῃ, τίς ὁ μισῶν τὰ τοιαῦτα, πεπαύσεται ἢ κακίσειεν ἑαυτόν. 7 ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. σὺ οὐ῀̣ν, ὦ δέσποτα, "ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς", ἐγὼ δὲ ἐπὶ σὲ ὡς κύριόν μου ἤλπισα· ἠδύνατο γὰρ εἰπεῖν· "3ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα"3. λέγει δέ· "ἐπὶ τῷ κυρίῳ ἤλπισα". ὡς δοῦλος ταῦτα λαλεῖ. ἀπὸ διαθέσεως δούλου καὶ ἔργο̣υ̣ δούλου ταῦτα λέγει. 8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. ἐπὶ τῷ σῷ ἐλέει· εἰ γὰρ καὶ κύριόν σε ὁμολογῶ καὶ ἤλπισα ἐπὶ σέ, ἀλλ' οὐ τῇ ἐμῇ δυνάμει τὸ τέλος παραγίνεται, ἀλλ' ἐλεημοσυ´̣νῃ τῇ σῇ. 8 ὅτι ἐφεῖδες τὴν ταπείνωσίν μου. ἐφεῖδες τὴν ταπείνωσίν μου τὴν μέλλουσαν διαδέχεσθαι. ἐφιδὼν οὐκ ἔασάς με πεσεῖν εἰς αὐτήν. 8 ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. ἁπλουστέρως ἐν τῇ γραφῇ ἀνάγκαι λέγονται αἱ θλίψεις· "ἑξάκις" γὰρ "ἐξ ἀναγκῶν σε ἐξελεῖται", καί· "ἐκέκραξαν πρὸς κύριον, καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς". ἔξω με πάσης θλίψεως πεποίηκεν, ἐπινεύσας δηλονότι τῇ παρακλήσει· ἀνέπεμψα γὰρ εὐχήν, ἵνα ἀπὸ τῶν ἐχθρῶν ῥυσθῶ, ἀπὸ τῶν ἐπικειμένων πολεμίων. δύνασαι δέ πώς ποτε λογικώτερον τὰς κακίας ἀνάγκας εἰπεῖν. ἐξ ἀνάγκης ὁ κακὸς οὐ δέχεται δικαιοσύνην. οὐ λέγω τὸν ἄνθρωπον μὴ εἶναι δεκτικὸν δικαιοσύνης, ἀλλὰ τὸν ἄδικον. οὐ τὸ ἔξω τῶν θλιβηρῶν γενέσθαι, ἀλλὰ τὸ μὴ ἡττηθῆναι· οὕτω γὰρ ἠκούσαμεν καὶ τό· "ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ", καί· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς