87
Ὑμεῖς αἴτιοι, πρὸ τῶν ἄλλων ἐπιπηδήσαντες τῷ πράγματι, καὶ παῤῥησίαν ἡμῖν δόντες ὑπὲρ τῶν τοιούτων ὑπομιμνήσκειν ὑμᾶς; Καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν· λοιπὸν γὰρ οὐκ ἂν ἔδοξε τὸ αὑτοῦ θεραπεύειν. Οἴδατε, φησὶ, καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραμένοντι αὐτῷ οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· Ὅτε ἐξῆλθον γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Τί ἐστι, Λήψεως; τί δέ ἐστιν, Ἐκοινώνησε; διὰ τί μὴ εἶπεν, ὅτι Οὐδεμία μοι Ἐκκλησία ἔδωκεν, ἀλλ', Ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως; Κοινωνία γὰρ τὸ πρᾶγμά ἐστιν. Εἰ γὰρ ἡμεῖς τὰ πνευματικὰ ὑμῖν, φησὶν, ἐσπείραμεν, τί μέγα, εἰ ἡμεῖς τὰ σαρκικὰ ὑμῶν θερίσο 62.291 μεν; καὶ πάλιν, Τὸ ὑμῶν περίσσευμα ἵνα γίνηται εἰς τὸ ἐκείνων ὑστέρημα. Ὁρᾷς πῶς ἐκοινώνησαν, εἰς λόγον δόσεως τῶν σαρκικῶν, καὶ λήψεως τῶν πνευματικῶν; Ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ ἀγοράζοντες κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ' ἀλλήλων ἀντιδιδόντες (τοῦτο γάρ ἐστι κοινωνία), οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ἀγορασίας καὶ ἐμπορίας τι κερδαλεώτερον· γίνεται μὲν γὰρ ἐν τῇ γῇ, τελεῖται δὲ ἐν τῷ οὐρανῷ· οἱ μὲν ἀγοράζοντες ἐν τῇ γῇ ἑστήκασιν· ἀγοράζουσι δὲ καὶ συμφωνοῦσι τὰ ἐν τοῖς οὐρανοῖς, γηΐνην κατατιθέντες τὴν τιμήν. γʹ. Ἀλλὰ μὴ καταγνῷς· οὐ χρημάτων ἐστὶν ὠνητὰ τὰ οὐράνια, οὐ τὰ χρήματα αὐτὰ ἀγοράζει, ἀλλ' ἡ προαίρεσις τοῦ τὰ χρήματα καταβάλλοντος, ἡ φιλοσοφία, τὸ τῶν βιωτικῶν ἀνωτέρω εἶναι, ἡ φιλανθρωπία, ἡ ἐλεημοσύνη. Ἐπεὶ εἰ τὸ ἀργύριον ἠγόραζεν, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα οὐδὲν ἂν ἔλαβε μέγα· ἐπειδὴ δὲ οὐ τὸ ἀργύριον, ἀλλ' ἡ προαίρεσις ἴσχυσεν, ἐκείνη πᾶσαν προαίρεσιν ἐπιδειξαμένη, πάντα ἔλαβε. Μὴ τοίνυν λέγωμεν, ὅτι ὠνητὴ χρημάτων ἐστὶν ἡ βασιλεία· οὐ χρημάτων, ἀλλὰ προαιρέσεως τῆς διὰ χρημάτων ἐπιδεικνυμένης. Οὐκοῦν δεῖ χρημάτων, φησίν; Οὐ δεῖ χρημάτων, ἀλλὰ προαιρέσεως· ἂν ταύτην ἔχῃς, δυνήσῃ καὶ διὰ δύο λεπτῶν ἀγοράσαι τὸν οὐρανόν· μὴ οὔσης δὲ ταύτης, οὐδὲ μυρία τάλαντα χρυσοῦ τοῦτο δυνήσεται, ὅπερ τὰ δύο λεπτά. ∆ιὰ τί; Ὅταν γὰρ πολλὰ ἔχων, ἐλάττονα καταβάλῃς, ἐποίησας μὲν ἐλεημοσύνην, οὐ τοσαύτην δὲ ὅσην ἡ χήρα· οὐ γὰρ μετὰ τοσαύτης προθυμίας κατέβαλες, μεθ' ὅσης ἐκείνη· πάντων γὰρ ἑαυτὴν ἀπεστέρησε, μᾶλλον δὲ οὐκ ἀπεστέρησεν, ἀλλὰ πάντα ἑαυτῇ ἐχαρίσατο. Οὐ ταλάντων χρυσοῦ, ἀλλὰ ποτηρίου ψυχροῦ τὴν βασιλείαν ὑπέσχετο ὁ Θεὸς, ἀλλὰ προθυμίας· οὐ θανάτου, ἀλλὰ προαιρέσεως· ἐπεὶ οὐδὲ μέγα τί ἐστι. Τί γάρ ἐστι μίαν ψυχὴν δοῦναι; Ἔδωκεν ἕνα ἄνθρωπον· εἷς δὲ ἄνθρωπος οὐκ ἔστιν ἀντάξιος. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατε. Πάλιν μέγα τὸ ἐγκώμιον, εἴ γε ἐν τῇ μητροπόλει καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως. Καὶ ὅρα· ἵνα μὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ μόνῳ τοῦτο δῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας· καὶ οὐκ εἶπε, Τὰς ἐμὰς, ἀλλ' ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελόμενος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς. Ἐπειδὴ γὰρ συνεῖδε σφόδρα ταπεινὸν ὂν, πάλιν αὐτὸ τῇ